previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

26.

καίτοι ἔγωγε ἀκούω τοῦθ᾽, ὅτι οὐκ ἄκων οὐδ᾽ ἁλοὺς 1 μετέστης, 2 ἀλλ᾽ ἐθελοντὴς ἐμίσησας τὸν μετ᾽ αὐτῶν βίον, ἅτε μήτε βελτίους σφᾶς ποιῆσαι δυνάμενος μήτε συναπολέσθαι σφίσιν ὑπομένων, καὶ ἔφυγες οὐ τὴν πατρίδα ἀλλὰ τοὺς ἐπιβουλεύοντας αὐτῇ. ὥστ᾽ ἐκεῖνοι μὲν καὶ ἄτιμοι καὶ ἐξόριστοι εἶεν ἄν, πάντα τἀγαθὰ ἐκ τῶν ψυχῶν [2] ἐκβεβληκότες, σὺ δὲ ἐπίτιμος καὶ εὐδαίμων, μήτ᾽ ἀτόπως τινὶ δουλεύων καὶ πάντα τὰ προσήκοντα ἔχων, ἄν τε ἐν Σικελίᾳ ἄν τε ἐν Μακεδονίᾳ ἄν τε καὶ ἄλλοθί που τῆς οἰκουμένης ζῆν ἐθελήσῃς. οὐ γὰρ δήπου τὰ χωρία οὔτε εὐτυχίαν οὔτε κακοδαιμονίαν τινὰ δίδωσιν, ἀλλὰ καὶ αὐτὸς ἕκαστος αὑτῷ καὶ πατρίδα καὶ εὐδαιμονίαν ἀεὶ καὶ πανταχοῦ [3] ποιεῖ. καὶ ταῦθ᾽ Κάμιλλος ἐννοήσας 3 ἡδέως ἐν Ἀρδέᾳ κατῴκησε, ταῦθ᾽ Σκιπίων λογισάμενος ἀλύπως ἐν Λιτέρνῳ κατεβίω. τί γὰρ δεῖ τὸν Ἀριστείδην, τί δὲ τὸν Θεμιστοκλέα λέγειν, οὓς ἐνδοξοτέρους φυγὴ ἐποίησεν, τί τὸν Ἀννι ... 4 τί τὸν Σόλωνα, ὃς ἑκὼν ἔτη δέκα ἀπεξενώθη; [4]

μὴ οὖν μηδὲ σὺ μήτε χαλεπόν τι τῶν τοιούτων, μήτε τῇ 5 τοῦ σώματος μήτε τῇ τῆς ψυχῆς ἡμῶν φύσει προσήκει, νόμιζε εἶναι, μήτ᾽ ἀγανάκτει τοῖς προσπεπτωκόσιν. οὐδὲ γὰρ οὐδ᾽ αἵρεσίς τις ἔστιν ἡμῖν τοῦ ζῆν ὅπως ἂν ἐθελήσωμεν, ὥσπερ εἶπον, ἀλλὰ ἀνάγκη πᾶσα ὑπομένειν [5] ἡμᾶς τὰ δοκοῦντα τῷ δαιμονίῳ. τοῦτο δὲ ἂν μὲν ἐθελονταὶ ποιῶμεν, οὐ λυπησόμεθα, ἂν δὲ [p. 254] ἀκόντως, οὔτε 6 ἐκφευξόμεθά τι τῶν πεπρωμένων, καὶ τὸ μέγιστον τῶν κακῶν προσεπικτησόμεθα, [6] τὸ μάτην ἀνιᾶσθαι. τεκμήριον δὲ ὅτι οἱ μὲν καὶ τὰ ἀτοπώτατα εὐκόλως φέροντες ἐν οὐδενὶ δεινῷ καθεστηκέναι νομίζουσιν, οἱ δὲ καὶ τοῖς ἐλαφροτάτοις βαρυνόμενοι πάντα τὰ ἐξ ἀνθρώπων κακὰ ἔχειν ὑποπτεύουσι: καὶ ἕτεροι, οἱ μὲν καὶ τὰ ἀμείνω κακῶς οἱ δὲ καὶ τὰ χείρω καλῶς μεταχειριζόμενοι, τοιαῦτα καὶ τοῖς ἄλλοις 7 ἑκάτερα δοκεῖν εἶναι ποιοῦσιν οἷα αὑτοῖς εἶναι παρασκευάζουσι.

1 a(lou\s R. Steph., a)/llous L.

2 mete/sths Bk., mete/sthsas L.

3 e)nnoh/sas Rk., eu)= noh/sas L.

4 *)/annion L, *)anni/ban Fabricius.

5 th=| supplied by Leuncl.

6 ou)/te Rk., ou)de\, L.

7 a)/llois supplied by Rk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: