previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21.

καὶ περὶ μὲν τούτων ἱκανά: ἀποχρῆν τε γὰρ ἀνθρώπῳ πρὸς εὐδαιμονίαν τὸ τὰ ἀρκοῦντα κεκτῆσθαι καὶ μηδενὸς ὧν τὸ σῶμα χρῄζει προσδεῖσθαι νομίζω, καὶ πᾶν τὸ περιττὸν καὶ φροντίδας [2] καὶ πράγματα καὶ φθόνους ἔχειν ἡγοῦμαι. ἐπειδὴ δὲ ἔφησθα ὅτι οὐδεμία ἀπόλαυσις τῶν τοῦ σώματος ἀγαθῶν ἐστιν, ἂν μὴ καὶ τὰ τῆς ψυχῆς προσυπάρχῃ τινί, ἔστι μὲν ἀληθὴς λόγος ῾ἀδύνατον γάρ, κακῶς αὐτῆς ἐχούσης, μὴ οὐ καὶ τοῦτ᾽ αὐτῇ συννοσεῖν᾽, ἐγὼ μέντοι πολλῷ ῥᾷον οἴομαι εἶναι τῆς εὐεξίας τῆς γνώμης ἐπιμεληθῆναί [3] τινι τῆς τοῦ σώματος. τοῦτο μὲν γάρ, ἅτε καὶ σάρκινον ὄν, πολλὰ μὲν ἄτοπα ἐν ἑαυτῷ ἔχει, πολλῆς δὲ ἐπικουρίας παρὰ τοῦ δαιμονίου δεῖται: ἐκείνη δὲ δή, οἷα θειοτέρας φύσεως οὖσα, καὶ ῥυθμίζεσθαι καὶ νουθετεῖσθαι ῥᾳδίως δύναται. οὐκοῦν κἀνταῦθα ἴδωμεν τί τέ σοι τῶν τῆς ψυχῆς ἀγαθῶν ἀπέστη, καὶ τί τῶν κακῶν προσγενόμενον οὐκ ἂν ἀποτριψαίμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: