previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι τρία μέρη τῆς ὀρχήσεως, φορὰ καὶ σχῆμα καὶ δεῖξις: καὶ τί ἕκαστον αὐτῶν, καί τίνα κοινὰ ποιητικῆς καὶ ὀρχηστικῆς.


ἐκ τούτου πυραμοῦντος ἐπῆραν τουτ᾽ ἐσπᾶσι 1 νικητήριον ὀρχήσεως: ἀπεδείχθη δὲ κριτὴς μετὰ Μενίσκου τοῦ παιδοτρίβου Λαμπρίας ἀδελφός: ὠρχήσατο γὰρ πιθανῶς τὴν πυρρίχην καὶ χειρονομῶν 2 ἐν ταῖς παλαίστραις ἐδόκει διαφέρειν τῶν παίδων. ὀρχουμένων δὲ πολλῶν προθυμότερον μουσικώτερον, δύο τοὺς εὐδοκίμους καὶ βουλομένους ἀνασῴζειν τὴν ἐμμέλειαν ἠξίουν τινὲς ὀρχεῖσθαι φορὰν παρὰ φοράν. ἐπεζήτησεν οὖν Θρασύβουλος Ἀμμωνίου 3 τί βούλεται τοὔνομα τῆς φορᾶς, καὶ παρέσχε τῷ Ἀμμωνίῳ περὶ τῶν μερῶν τῆς ὀρχήσεως πλείονα διελθεῖν.


ἔφη δὲ τρία εἶναι, τὴν φορὰν καὶ τὸ σχῆμα καὶ τὴν δεῖξιν. γὰρ ὄρχησις ἔκ τε κινήσεων καὶ [p. 391] σχέσεων συνέστηκεν, ὡς τὸ μέλος τῶν φθόγγων καὶ τῶν διαστημάτων ἐνταῦθα δ᾽ αἱ μοναὶ πέρατα 4 τῶν κινήσεών εἰσι. φορὰς μὲν οὖν τὰς κινήσεις ὀνομάζουσι, σχήματα δὲ σχέσεις καὶ διαθέσεις, εἰς ἃς φερόμεναι τελευτῶσιν αἱ κινήσεις, ὅταν Ἀπόλλωνος Πανὸς τινος Βάκχης σχῆμα διαθέντες ἐπὶ τοῦ σώματος γραφικῶς τοῖς εἴδεσιν ἐπιμένωσι. τὸ δὲ τρίτον, δεῖξις, οὐ μιμητικόν ἐστιν, ἀλλὰ δηλωτικὸν ἀληθῶς τῶν ὑποκειμένων ὡς γὰρ οἱ ποιηταὶ τοῖς κυρίοις ὀνόμασι δεικτικῶς χρῶνται, τὸν Ἀχιλλέα καὶ τὸν Ὀδυσσέα καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν ὀνομάζοντες, ὡς ὑπὸ τῶν πολλῶν λέγονται: πρὸς δὲ τὰς ἐμφάσεις καὶ τὰς μιμήσεις καὶ ὀνοματοποιίαις χρῶνται καὶ μεταφοραῖς, ‘κελαρύζεινκαὶκαχλάζειν5 τὰ κλώμενα τῶν ῥευμάτων λέγοντες, καὶ τὰ βέλη φέρεσθαιλιλαιόμενα χροὸς ἆσαι,’ 6 καὶ τὴν 7 ἰσόρροπον μάχηνἴσας ὑσμίνη 8 κεφαλὰς, ἔχειν:’ πολλὰς δὲ καὶ συνθέσεις τῶν ὀνομάτων κατὰ μέλη μιμητικῶς σχηματίζουσιν, ὡς Εὐριπίδης
πετόμενος 9 ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος,
10 καὶ περὶ τοῦ ἵππου Πίνδαρος 11
ὅτε παρ᾽ Ἀλφεῷ 12 σύτο δέμας
ἀκέντητον ἐν δρόμοισι παρέχων 13
καὶ Ὅμηρος 14 ἐπὶ τῆς ἱπποδρομίας [p. 392]
ἅρματα δ᾽ αὖ χαλκῷ 15 πεπυκασμένα κασσιτέρῳ τε
ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον:
οὕτως ἐν ὀρχήσει τὸ μὲν σχῆμα μιμητικόν ἐστι μορφῆς καὶ ἰδέας, καὶ πάλιν φορὰ πάθους τινὸς ἐμφαντικὸν πράξεως δυνάμεως: ταῖς δὲ δείξεσι κυρίως αὐτὰ δηλοῦσι τὰ πράγματα, τὴν γῆν, τὸν οὐρανόν, αὐτοὺς τοὺς πλησίον: δὴ τάξει μέν τινι καὶ ἀριθμῷ γιγνόμενον ἔοικε τοῖς ἐν ποιητικῇ κυρίοις 16 ὀνόμασι μετά τινος κόσμου καὶ λειότητος ἐκφερομένοις, ὡς τὰ τοιαῦτα
καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρὸν τ᾽ Ἀφροδίτην
17 Ἥρην 18 τε χρυσοστέφανον καλήν τε Διώνην:
καὶ
Ἕλληνος 19 δ᾽ ἐγένοντο θεμιστοπόλοι βασιλῆες 20 21,
Δῶρός τε ,Ξοῦθός τε καὶ Αἴολος 22 ἱππιοχάρμης
εἰ δὲ μή, τοῖς ἄγαν πεζοῖς καὶ κακομέτροις, ὡς τὰ τοιαῦτα
ἐγένοντο τοῦ μὲν Ἡρακλῆς τοῦ δ᾽ Ἴφικλος 23:
24 καί 25
τῆς δὲ πατὴρ καὶ ἀνὴρ καὶ παῖς βασιλεῖς, καὶ ἀδελφοί, 26
καὶ πρόγονοι: κλῄζει δ᾽ Ἑλλὰς Ὀλυμπιάδα.
[p. 393] τοιαῦτα γὰρ ἁμαρτάνεται καὶ περὶ τὴν ὄρχησιν ἐν ταῖς δείξεσιν, ἂν πιθανότητα μηδὲ χάριν μετ᾽ εὐπρεπείας καὶ ἀφελείας ἔχωσι. καὶ ὅλως ἔφη μεταθήσειν 27 τὸ Σιμωνίδειον ἀπὸ τῆς ζωγραφίας ἐπὶ τὴν ὄρχησιν: ποίησιν γὰρ εἶναι τὴν ὄρχησιν σιωπῶσαν, καὶ φθεγγομένην ὄρχησιν πάλιν 28 τὴν ποίησιν 29: ὅθεν εἶπεν 30 οὔτε γραφικῇ μετεῖναι ποιητικῆς οὔτε ποιητικῇ γραφικῆς, οὐδὲ χρῶνται τὸ παράπαν ἀλλήλαις. ὀρχηστικῇ 31 δὲ καὶ ποιητικῇ κοινωνία πᾶσα καὶ μέθεξις ἀλλήλων ἐστί, καὶ μάλιστα μιμούμεναι περὶ τὸ 32 ὑπορχημάτων γένος ἐνεργὸν ἀμφότεραι τὴν διὰ τῶν σχημάτων καὶ τῶν ὀνομάτων μίμησιν ἀποτελοῦσι. δόξειε δ᾽ ἂν ὥσπερ ἐν γραφικῇ τὰ μὲν ποιήματα τοῖς χρώμασιν ἑοικέναι τὰ δ᾽ ὀρχήματα 33 ταῖς γραμμαῖς, ὑφ᾽ ὧν ὁρίζεται 34 τὰ εἴδη. δηλοῖ δ᾽ μάλιστα κατωρθωκέναι δόξας ἐν 35 ὑπορχήμασι καὶ γεγονέναι πιθανώτατος ἑαυτοῦ τὸ δεῖσθαι τὴν ἑτέραν τῆς ἑτέρας τὸ γάρ
ἀπέλαστον 36 ἵππον κύνα 37
Ἀμυκλαίαν ἀγωνίῳ 38
ἐλελιζόμενος ποδὶ μίμεο καμπύλον μέλος διώκων:
τό [p. 394]
οἷος 39 ἀνὰ Δώτιον 40 ἀνθεμόεν πεδίον 41
42 πέταται θάνατον κεροέσσᾳ 43 τε
εὑρέμεν ματεύων 44 ἐλάφῳ
τὰν δ᾽ ἐπ᾽ αὐχένι 45 στρέφοισαν 46 ἕτερον 47 κάρα πάντ᾽ ἐπ᾽ οἶμον 48
καὶ τὰ 49 ἑξῆς μονονοὺ λειόθεν 50 τὴν ἐν ὀρχήσει διάθεσιν τὰ ποιήματα καὶ παρακαλεῖν τὼ χεῖρε καὶ τὼ πόδε, μᾶλλον δ᾽ ὅλον ὥσπερ τισὶ μηρίνθοις ἕλκειν τὸ σῶμα τοῖς μέλεσι καὶ ἐντείνειν, τούτων δὲ λεγομένων καὶ ᾀδομένων, ἡσυχίαν ἄγειν μὴ δυναμένοις. αὐτὸς γοῦν ἑαυτὸν οὐκ αἰσχύνεται περὶ τὴν ὄρχησιν οὐχ ἧττον τὴν ποίησιν ἐγκωμιάζων, ὅταν 51 δὲ γηρῶσαι νῦν
ἐλαφρὸν 52 ὄρχημ᾽ ἀοιδᾷ 53 ποδῶν μιγνύμεν 54,
Κρῆτα μιν 55 καλέοισι 56 τρόπον.
ἀλλ᾽ οὐδὲν οὕτως τὸ νῦν ἀπολέλαυκε τῆς κακομουσίας ὡς ὄρχησις. διὸ καὶ πέπονθεν φοβηθεὶς Ἴβυκος 57 ἐποίησε [p. 395]
δέδοικα μή τι πὰρ 58 θεοῖς 59
ἀμπλακὼν 60 τιμὰν πρὸς ἀνθρώπων ἀμείψω.
καὶ γὰρ αὕτη καὶ 61 πάνδημόν τινα ποιητικὴν προσεταιρισαμένη τῆς δ᾽ οὐρανίας ἐκπεσοῦσ᾽ ἐκείνης τῶν μὲν ἐμπλήκτων 62 καὶ ἀνοήτων κρατεῖ θεάτρων, ὥσπερ τύραννος ὑπήκοον ἑαυτῇ πεποιημένη μουσικὴν ὀλίγου δεῖν 63 ἅπασαν 64, τὴν δὲ παρὰ τοῖς νοῦν ἔχουσι καὶ θείοις 65 ἀνδράσιν ὡς ἀληθῶς τιμὴν ἀπολώλεκε.

ταῦτα σχεδόν, Σόσσιε Σενεκίων, τελευταῖα τῶν ἐν τοῖς Μουσείοις τότε παρ᾽ Ἀμμωνίῳ τῷ ἀγαθῷ φιλολογηθέντων 66.

1 πυραμοῦντες ἐπήγοντο τοῖς παισὶ W. Malim πυραμοῦντες ἐπήγοντ᾽ ὄντες παισὶ

2 χειρονόμον mei

3 malim παρ᾽ Ἀμμωνίου

4 πέρατα Turnebus: πέρα

5 cf. Hom. Λ 813. Φ 261.

6 id. ε 323. Λ 574. O 317. Λ 72

7 καὶ τὴν M: τὴν

8 ὑσμίνη] del. Grafius

9 ib. em. Nauckius: πετάμενος

10 Nauck. p. 678

11 Πίνδαρος] Olymp. 1, 20

12 idem: ἀλφειῷ

13 παρεχόμενον mei

14 Ὁμηρος] Ψ 503

15 ἅρματα δὲ χρυσῷ Homerus

16 Turnebus: κυρίως

17 Hes. Theog. 16

18 Ἡβην Hesiodus

19 Basileensis: ἕλληνες

20 θεμιστοπόλου βασιλῆος Tzetzes. φιλοπτολέμου βασιλῆος Kinkelius ex Schol. vet. ad Lycophr.

21 id. Fragm. 27

22 Ἀίολος *: αἰόλος

23 ib. em. idem (ex Schol. AB 11. Ξ 323): ἴφιτος cf. p. 285f et Eudoc. Viol. (ed. Flach.) p. 336

24 Nauck. p. 915

25 καὶ Cobetus

26 Epigramma de Olympiade non inveni in Anthologiis

27 μεταθήσειν X: μετάθεσιν

28 πάλιν *: δὲ πάλιν

29 ποίησιν γὰρ εἶναι τὴν ὄρχησιν * cf. p. 346 f

30 ὅθεν εἶπεν] ὅθεν οὔτε εἰπεῖν ἔστι W. Malim ὅθεν εἰπεῖν οὐκ ἔστιν ib. em. W: γραφικὴν εἶναι ποιητικῆς οὔτε ποιητικὴν γραφῆς

31 ὀρχηστικὴ δὲ καὶ ποιητικὴ mei

32 τὸ] τῶν iidem. τὸ τῶν?

33 τοῖς χρώμασιν ἐοικέναι τὰ δ᾽ ὀρχηματα Doehnerus nisi quod ego pro ταῖς χρώσεσιν scripsi τοῖς χρώμασιν

34 ὀργίζεται mei

35 δόξας ἐν M: δόξειεν

36 πελασγὸν Meinekius

37 cf. Bergk. 3 p. 400

38 ἀγωνίῳ W: ἀγωνιῶν

39 οἷος] add. δὲ κύων Bergkius

40 ἀναδώτιον mei

41 ib. W: ἀνθεμόεντα παιδίον

42 Bergk. ib.

43 idem: κεράσασα

44 ματεύων Schneidewinus: μανύων libri. κύων W. εὐρέμεναι κύων Hermannus

45 τὰν δ᾽ ἕλ᾽ αὐχένι Schneidewinus; malim τὰν δ᾽ ἕλ᾽ ἐπ᾽ αὐχένι

46 ib. em. W: στρέφοιαν

47 ἕτερον] σφέτερον Schneidewinus. ὅταν λέγῃ : Ῥῶσαι νῦν Blassius

48 ib. em. idem: πάντα ἕτοιμον

49 τὰ] τὰς mei

50 λειόθεν] leg. vid. λέγει (=λε) ποθεῖν

51 ὅταν] ὅτ᾽ ἂν mei

52 ὄπα δὲ γαρῦσαι σύν τ᾽ ἐλαφρὸν Schneidewinus. ὅταν λέγῃ: Ῥῶσαι νῦν Blassius

53 em. Bergkius: ὄρχημα οἶδα

54 ib. μίγνυμεν codd.

55 em. Casaubonus: κρῆτα μὲν

56 ib. em. Schneidewinus: καλέουσι cf. Athen. p. 181b

57 Ἰβυκος] Bergk. 3 p. 245

58 πὰρ Duebnerus: παρὰ

59 θεοὶς Bergkius ut accusativus sit

60 ἀμβλακὼν idem ex Plat. Phaedr. p. 242c. ἀπλάκων mei

61 αὕτη καὶ] καὶ αὕτη W. αὕτη Emperius

62 ἐμπλήκτων *: ἐκπληκτικῶν cf. p. 139a. 256f

63 δεῖν *: τινὰ

64 ib. ἅπασαν W: πᾶσι

65 θείοις] ἀστείοις Grafius

66 φιλολογοθέτων mei

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: