previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πότερον ὄρνις πρότερον τὸ ᾠὸν ἐγένετο.


ἐξ ἐνυπνίου 1 τινὸς ἀπειχόμην 2 ᾠῶν πολὺν ἡδο 3 παρὰ τοῦτο 4 ποιούμενος 5, ἐν καθάπερ ἐν Καρὶ 6 διάπειραν λαβεῖν τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης: ὑπόνοιαν μέντοι παρέσχον, ἑστιῶντος ἡμᾶς Σοσσίου Σενεκίωνος, ἐνέχεσθαι δόγμασιν Ὀρφικοῖς Πυθαγορικοῖς, καὶ τὸ ᾠόν, ὥσπερ ἔνιοι καρδίαν καὶ ἐγκέφαλον, ἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι: καὶ προὔφερεν Ἀλέξανδρος Ἐπικούρειος ἐπὶ γέλωτι τὸ
ἶσόν τοι κυάμους ἔσθειν 7 κεφαλάς τε τοκήων
ὡς δὴ κυάμους τὰ ᾠὰ διὰ τὴν κύησιν αἰνιττομένων τῶν ἀνδρῶν, διαφέρειν δὲ μηδὲν οἰομένων τὸ [p. 69] ἐσθίειν ᾠὰ τοῦ χρῆσθαι τοῖς τίκτουσι τὰ ᾠὰ ζῴοις. ἐγίγνετο δὴ τὸ τῆς αἰτίας ἀπολόγημα τῆς αἰτίας αὐτῆς ἀλογώτερον, Ἐπικουρείῳ λέγειν ἐνύπνιον. ὅθεν οὐ παρῃτούμην τὴν δόξαν ἅμα προσπαίζων τι τῷ Ἀλεξάνδρῳ καὶ γὰρ ἦν χαρίεις καὶ φιλόλογος 8 ἐπιεικῶς.


ἐκ δὲ τούτου τὸ ἄπορον καὶ πολλὰ πράγματα τοῖς ζητητικοῖς παρέχον εἰς μέσον εἷλκε πρόβλημα περὶ τοῦ ᾠοῦ καὶ τῆς ὄρνιθος, ὁπότερον γένοιτο πρότερον αὐτῶν. καὶ Σύλλας μὲν ἑταῖρος εἰπὼν ὅτι μικρῷ προβλήματι καθάπερ ὀργάνῳ μέγα καὶ βαρὺ σαλεύομεν τὸ περὶ τῆς τοῦ κόσμου 9 γενέσεως, ἀπηγόρευσε. τοῦ δ᾽ Ἀλεξάνδρου τῆς ζητήσεως ὡς μηδὲν προσφυὲς φερούσης καταγελάσαντος, γαμβρὸς ἡμῶν Φίρμοςἐμοὶ τοίνυνἔφηχρῆσον ἐν τῷ παρόντι τὰς ἀτόμους 10. εἰ γὰρ τὰ μικρὰ δεῖ στοιχεῖα τῶν μεγάλων ἀρχὰς ὑποτίθεσθαι, πρῶτον 11 εἰκὸς ἐστι τὸ ᾠὸν γεγονέναι τῆς ὄρνιθος: ἔστι. γὰρ καὶ ἁπλοῦν, ὡς ἐν αἰσθητοῖς: ποικίλον δὲ καὶ μεμιγμένον μᾶλλον ὄρνις. καθόλου δ᾽ μὲν ἀρχὴ πρῶτον ἀρχὴ δὲ τὸ σπέρμα, τὸ δ᾽ ᾠὸν σπέρματος; μὲν πλέον ζῴου δὲ μικρότερον. ὡς γὰρ προκοπὴ μέσον εὐφυΐας εἶναι δοκεῖ καὶ ἀρετῆς, οὕτω τὸ ᾠὸν προκοπὴ τίς ἐστι τῆς φύσεως ἐπὶ τὸ ἔμψυχον ἀπὸ τοῦ σπέρματος πορευομένης. ἔτι δ᾽, ὥσπερ ἐν τῷ ζῴῳ πρῶτα γίγνεσθαι λέγουσιν ἀρτηρίας καὶ [p. 70] φλέβας, οὕτω λόγον ἔχει καὶ τοῦ ζῴου τὸ ᾠὸν γεγονέναι πρῶτον, ὡς περιέχον ἐμπεριεχομένου 12. καὶ γὰρ αἱ τέχναι πρῶτον ἀτύπωτα καὶ ἄμορφα πλάττουσιν, εἶθ᾽ ὕστερον ἕκαστα τοῖς εἴδεσι διαρθροῦσιν 13 Πολύκλειτος πλάστης εἶπε χαλεπώτατον εἶναι τοὔργον 14, ὅταν ἐν ὄνυχι πηλὸς γένηται. διὸ καὶ τῇ φύσει τὸ πρῶτον εἰκός ἐστιν ἀτρέμα κινούσῃ τὴν ὕλην ἀργοτέραν 15 ὑπακούειν, τύπους ἀμόρφους καὶ ἀορίστους ἐκφέρουσαν ὥσπερ τὰ ᾠά: μορφουμένων δὲ τούτων καὶ διαχαρασσομένων, ὕστερον ἐνδημιουργεῖσθαι 16 τὸ ζῷον. ὡς δὲ κάμπη γίγνεται τὸ πρῶτον, εἶτ᾽ ἐκπαγεῖσα διὰ ξηρότητα καὶ περιρραγεῖσα ἕτερον 17 πτερωθὲν δι᾽ αὑτῆς τὴν καλουμένην ψυχὴν 18 μεθίησι, τὸν αὐτὸν τρόπον ἐνταῦθα προϋφίσταται τὸ ᾠὸν οἷον ὕλη τῆς γενέσεως. ἀνάγκη γὰρ ἐν πάσῃ μεταβολῇ πρότερον εἶναι τοῦ μεταβάλλοντος τὸ 19 ἐξ οὗ μετέβαλε. σκόπει δ᾽ ὅτι σκνῖπες ἐν δένδρῳ καὶ τερηδόνες ἐμφύονται ξύλῳ κατὰ σῆψιν ὑγρότητος πέψιν: ὧν οὐδεὶς ἂν ἀξιώσειεν μὴ προϋποκεῖσθαι μηδὲ πρεσβύτερον εἶναι φύσει τὸ γεννῶν. γὰρ ὕλη λόγον ἔχει πρὸς τὰ γιγνόμενα μητρὸς ὥς φησι Πλάτων 20 καὶ τιθήνης ὕλη δὲ πᾶν, ἐξ οὗ σύστασιν ἔχει τὸ γεννώμενον τὸ δ᾽ ἐπὶ τούτοιςἔφη γελάσας
ἀείσω ξυνετοῖσι21 [p. 71] τὸν Ὀρφικὸν καὶ ἱερὸν λόγον, ὃς οὐκ ὄρνιθος μόνον τὸ ᾠὸν ἀποφαίνει πρεσβύτερον, ἀλλὰ καὶ συλλαβὼν ἅπασαν αὐτῷ τὴν ἁπάντων ὁμοῦ πρεσβυγένειαν ἀνατίθησι. καὶ τἄλλα μὲνεὔστομα κείσθωκαθ᾽ Ἡρόδοτον 22: ἔστι γὰρ μυστικώτερα: ζῴων δὲ πολλὰς φύσεις τοῦ κόσμου περιέχοντος, οὐδὲν ὡς εἰπεῖν γένος ἄμοιρόν ἐστι τῆς ἐξ ᾠοῦ γενέσεως: ἀλλὰ καὶ πτηνὰ γεννᾷ καὶ νηκτὰ μυρία καὶ χερσαῖα, σαύρας, καὶ ἀμφίβια 23, κροκοδείλους, καὶ δίποδα, τὸν ὄρνιν, καὶ ἄποδα, τὸν ὄφιν, καὶ πολύποδα, τὸν ἀττέλεβον 24: ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ὡς μίμημα τοῦ τὰ πάντα γεννῶντος καὶ περιέχοντος ἐν ἑαυτῷ συγκαθωσίωται.


ταῦτα τοῦ Φίρμου διεξιόντος, Σενεκίων ἔφη τὴν τελευταίαν τῶν εἰκόνων αὐτῷ πρώτην ἀντιπίπτειν. ‘ἔλαθες γάρεἶπεν Φίρμε, τὸν κόσμον ἀντὶ τῆς παροιμιακῆς θύραςἐπὶ σεαυτὸν 25 ἀνοίξας:’ 26 γὰρ κόσμος προϋφέστηκε πάντων τελειότατος ὤν: καὶ λόγον ἔχει τοῦ ἀτελοῦς φύσει πρότερον εἶναι τὸ τέλειον, ὡς τοῦ πεπηρωμένου τὸ ὁλόκληρον καὶ τοῦ μέρους τὸ ὅλον: οὐδὲ 27 γὰρ ἔχει λόγον εἶναι μέρος οὗ μέρος; ἐστὶ μὴ γεγονότος. ὅθεν οὐθεὶς λέγει τοῦ σπέρματος εἶναι τὸν ἄνθρωπον οὐδὲ τοῦ ᾠοῦ τὴν ἀλεκτορίδα, τῆς δ᾽ ἀλεκτορίδος τὸ ᾠὸν εἶναι καὶ τὸ σπέρμα τοῦ ἀνθρώπου λέγομεν, ὡς τούτων ἐπιγιγνομένων ἐκείνοις καὶ τὴν γένεσιν ἐν [p. 72] ἐκείνοις λαμβανόντων εἶθ᾽ ὥσπερ ὄφλημα τῇ φύσει τὴν γένεσιν ἀποδιδόντων. ἐνδεᾶ γάρ ἐστι, τοῦ οἰκείου: διὸ καὶ βούλεσθαι ποιεῖν πέφυκεν ἄλλο τοιοῦτον, οἷον ἦν ἐξ οὗ ἀπεκρίθη. καὶ τὸν σπερματικὸν λόγον ὁρίζονται γόνον ἐνδεᾶ γενέσεως: ἐνδεὲς δ᾽ οὐδέν ἐστι τοῦ μὴ γενομένου μηδ᾽ ὄντος: τὰ δ᾽ ᾠὰ καὶ παντάπασι βλέπεται τὴν φύσιν ἔχοντα τῆς ἔν τινι ζῴῳ πήξεως καὶ συστάσεως ὀργάνων τε τοιούτων καὶ ἀγγείων δεομένην 28. ὅθεν οὐδ᾽ ἱστόρηται γηγενὲς ᾠόν: ἀλλὰ καὶ τὸ: Τυνδάρειον οἱ ποιηταὶ λέγουσιν οὐρανοπετὲς ἀναφανῆναι 29. ζῷα δ᾽ αὐτοτελῆ καὶ ὁλόκληρα μέχρι νῦν ἀναδίδωσιν γῆ, μῦς ἐν Αἰγύπτῳ πολλαχοῦ δ᾽ ὄφεις καὶ βατράχους καὶ τέττιγας, ἀρχῆς ἔξωθεν ἑτέρας καὶ δυνάμεως ἐγγενομένης. ἐν δὲ Σικελίᾳ περὶ τὸν δουλικὸν πόλεμον, αἵματος πολλοῦ καὶ νεκρῶν ἀτάφων ἐν τῇ γῇ κατασαπέντων, πλῆθος ἀττελέβων ἐξήνθησε καὶ τὸν σῖτον ἔφθειρον πανταχοῦ σκεδασθέντες ἐπὶ τὴν νῆσον. ταῦτα τοίνυν ἐκ γῆς φύεται καὶ τρέφεται καὶ τροφῆς περίσσωμα 30 ποιεῖ γόνιμον, καθ᾽ ἡδονὰς πρὸς ἄλληλα τρέπεται, καὶ συνδυαζόμενα τῇ μίξει τὰ μὲν ᾠοτοκεῖν τὰ δὲ ζῳοτοκεῖν πέφυκε. καὶ τούτῳ μάλιστα δῆλόν ἐστιν, ὅτι τὴν πρώτην γένεσιν ἐκ γῆς λαβόντα καθ᾽ ἕτερον τρόπον ἤδη καὶ: δι᾽ ἀλλήλων ποιεῖται τὰς τεκνώσεις. καθόλου δ᾽ ὅμοιόν ἐστι τῷ λέγειν, πρὸ τῆς γυναικὸς [p. 73] μήτρα γέγονεν: ὡς γὰρ μήτρα πρὸς τὸ ᾠόν 31, οὕτω πάλιν τὸ ᾠὸν πρὸς τὸν νεοσσὸν πέφυκε, κυόμενον ἐν αὐτῷ καὶ λοχευόμενον ὥστε μηδὲν διαφέρειν τὸν διαποροῦντα, πῶς ὄρνιθες ἐγένοντο μὴ γενομένων ᾠῶν, τοῦ πυνθανομένου, πῶς ἄνδρες ἐγένοντο καὶ γυναῖκες πρὶν αἰδοῖα γενέσθαι καὶ μήτρας. καίτοι τῶν μερῶν τὰ πλεῖστα συνυφίσταται τοῖς ὅλοις, αἱ δὲ δυνάμεις ἐπιγίνονται τοῖς μέρεσιν αἱ δ᾽ ἐνέργειαι ταῖς δυνάμεσι, τὰ δ᾽ ἀποτελέσματα ταῖς ἐνεργείαις: ἀποτέλεσμα δὲ τῆς γεννητικῆς τῶν μορίων δυνάμεως τὸ σπέρμα καὶ τὸ ᾠόν: ὥστε τῆς τῶν ὅλων καθυστερεῖν γενέσεως. σκόπει δὲ μή, καθάπερ οὐ δυνατόν ἐστι πέψιν τροφῆς εἶναι πρὶν γενέσθαι ζῷον, οὕτως οὐδ᾽ ᾠὸν οὐδὲ σπέρμα: καὶ γὰρ ταῦτα πέψεσί τισι καὶ μεταβολαῖς ἐπιγενέσθαι ἔοικεν: καὶ οὐχ οἷόν τε, πρὶν γενέσθαι ζῷον, ἔχειν ζῴου τροφῆς περίττωμα τὴν φύσιν. οὐ μὴν ἀλλὰ τὸ σπέρμα μὲν ἁμωσγέπως 32 ἀρχῆς τινος ἀντιποιεῖται, τὸ δ᾽ ᾠὸν οὔτ᾽ ἀρχῆς ἔχει λόγον, οὐ γὰρ ὑφίσταται πρῶτον: οὔθ᾽ ὅλου φύσιν, ἀτελὲς γάρ ἐστιν. ὅθεν ἀρχῆς μὲν ἄνευ γεγονέναι ζῷον οὐ λέγομεν, ἀρχὴν δ᾽ εἶναι ζῳογονίας, ὑφ᾽ ἧς πρῶτον ὕλη μετέβαλε, δυνάμεως κρᾶσίν τινα καὶ μῖξιν ἐνεργασαμένης γόνιμον: τὸ δ᾽ ᾠὸν ἐπιγέννημα 33 εἶναι, καθάπερ τὸ αἷμα καὶ τὸ γάλα, τοῦ ζῴου μετὰ τροφὴν καὶ πέψιν: οὐ γὰρ ὦπται [p. 74] συνιστάμενον ᾠὸν ἐκ τῆς ἰλύος, ἀλλ᾽ ἐν μόνῳ ζῴῳ τοῦτο τὴν σύστασιν ἔχει καὶ γένεσιν: ζῷα δὲ καθ᾽ αὑτὰ μυρία συνίσταται. καὶ τί δεῖ λέγειν τἄλλα; πολλῶν γὰρ ἐγχέλεων ἁλισκομένων, οὐδεὶς ἑώρακεν οὔτε θορὸν οὔτ᾽ ᾠὸν ἔγχελυν ἔχουσαν: ἀλλὰ κἂν τὸ ὕδωρ τις ἐξαρύσῃ καὶ τὴν ἰλὺν ἀναξύσῃ πᾶσαν, εἰς τὸν τόπον ὕδατος συρρυέντος ἐγχέλεις ζῳογονοῦνται. δεῖ οὖν ὕστερον 34 ἀνάγκῃ γεγονέναι τὸ θατέρου δεόμενον πρὸς γένεσιν: δὲ καὶ νῦν θατέρου χωρὶς ἄλλως ὑπάρχει συνίστασθαι, τοῦτο προτερεῖν τῇ ἀρχῇ τῆς γενέσεως. περὶ ἐκείνης γὰρ ἔστι τῆς πρώτης λόγος: ἐπεὶ νῦν γε καὶ νεοττιὰς συντίθησι τὰ πτηνὰ πρὸ τῆς ᾠοτοκίας, καὶ σπάργανα παρασκευάζουσιν 35 αἱ γυναῖκες: ἀλλ᾽ οὐκ ἂν εἴποις καὶ νεοττιὰν ᾠοῦ γεγονέναι πρότερον καὶ σπάργανα παίδων. ‘οὐ γὰρ γῆφησὶν Πλάτων 36γυναῖκα, γῆν δὲ γυνὴ μιμεῖται 37καὶ τῶν ἄλλων θηλέων 38 ἕκαστον. διὸ πρώτην 39 γένεσιν εἰκός ἐστιν ἐκ γῆς τελειότητι καὶ ῥώμῃ 40 τοῦ γεννῶντος αὐτοτελῆ καὶ ἀπροσδεᾶ 41 γενέσθαι, τοιούτων ὀργάνων καὶ στεγασμάτων καὶ ἀγγείων μὴ δεομένην 42, νῦν 43 φύσις ἐν τοῖς τίκτουσιν ἐργάζεται καὶ μηχανᾶται δι᾽ ἀσθένειαν.’ [p. 75]

1 ἐξυπνίου vel ξυπνίου mei

2 ἀπειχόμην Turnebus: ἀπε 2-3 Vd 5 E μην

3 lac. 2-3 Vd 5 E. Fort. πολὺν ἤδ[η χρόνον ἡδ]ονῆς

4 παρὰ τοῦτο] defendi potest. προὔργου R

5 ποιούμενοι mei

6 ἐν Καρὶ διάπειραν W: ἐν καρδίᾳ πεῖραν Cf. Kock. 1 p. 17

7 ἐσθίειν (ἑστίειν E) mei. Cf. Callimach. ed. Schn. p. 786

8 em. Basileensis: φιλολόγος

9 τῆς τοῦ κόσμου W: τοῦ κόσμου τῆς libri. τοῦ κόσμου καὶ τῆς Doehnerus

10 em. R: τοῖς ἀτόμοις

11 πρότερον R

12 em. Turnebus: ἐν περιεχομένῳ

13 ] mei

14 *: τὸ ἔργον

15 ἀγρότερον R

16 ἐκδημιουργεῖσθαι idem

17 ἕτερον] ἔντομον W. ἕτερόν τι Doehnerus πτερωτὸν ἐξ αὑτῆς?

18 ψυχὴν] νύμφην Leonicus

19 τὸ M

20 Πλάτων] Tim. p. 52d

21 cf. p. 391 d

22 Ἡρόδοτον] 2, 171

23 ἀμφίβια Basileensis: ἀμφίβια καὶ mei

24 malim ἀττέλαβον hic et infra

25 ib. σαυτὸν?

26 cf. p. 1108d. Leutsch. 1 p. 114

27 οὐδὲν mei

28 δεομένης R

29 em. Vulcobius: ἀναφῆναι

30 em. Basileensis: περὶ σῶμα

31 πρὸς τὸ ᾠόν] πρὸς τὸ ἔμβρυον R. πρὸς τὸ ζῷον Doehnerus. πρὸς τὸ in rasura habet Vd

32 em. X: ἄλλως γέ πως

33 em. Vulcobius: ἐπιγένημα

34 δεῖ οὖν ὕστερον] scr. vid. ἵστερον οὖν ἀνάγκη

35 προπαρασκευάζουσιν Doehnerus coll. Xen. Memor. 2, 2, 5

36 Πλάτων] Menex. 238 a

37 μεμίμηται Plato

38 θηλέων * θήλεων

39 διὸ τὴν πρώτην R

40 καιρῶ μὴ τοῦ mei

41 ἀπροσδεᾶ *: ἀπροσδεῆ

42 μὴ δεομένην] del. R

43 νῦν] ἂν οὖν mei

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: