previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται;’

Τυρρηνοὺς φασι τὰς Ἀθηναίων θυγατέρας καὶ γυναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα Λῆμνον καὶ Ἴμβρον κατῴκουν, εἶτ᾽ ἐκπεσόντας, εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι ἐπιμειξίαν αὐτοῖς μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας: ἐκ δ᾽ ὑποψίας καὶ διαβολῆς πάλιν ἀναγκασθέντας1 ἐκλιπεῖν τὴν Λακωνικήν, μετὰ παίδων καὶ γυναικῶν εἰς Κρήτην κατᾶραι, Πόλλιν ἡγεμόνα καὶ Δελφὸν2 ἔχοντας. ἐκεῖ δὲ [p. 202] πολεμοῦντας τοῖς κατέχουσι τὴν Κρήτην, πολλοὺς περιορᾶν τῶν ἐν ταῖς μάχαις ἀποθνησκόντων ἀτάφους, τὸ μὲν πρῶτον ἀσχόλους διὰ τὸν πόλεμον ὄντας καὶ τὸν κίνδυνον, ὕστερον δὲ φεύγοντας ἅπτεσθαι νεκρῶν ἐφθαρμένων ὑπὸ χρόνου καὶ διερρυηκότων. τὸν οὖν Πόλλιν ἐξευρόντα τιμάς τινας καὶ προνομίας καὶ ἀτελείας ἀποδοῦναι τὰς μὲν τοῖς ἱερεῦσι τῶν θεῶν, τὰς δὲ τοῖς ταφεῦσι τῶν τετελευτηκότων, ἐπιφημίσαντα καὶ ταύτας δαίμοσι χθονίοις, ὅπως ἀναφαίρετοι διαμένοιεν: ὀνομασθῆναι δὲ τοὺς μὲν ἱερεῖς, τοὺς δὲκατακαύτας.’

εἶτα3 κλήρῳ διαλαχεῖν πρὸς τὸν Δελφὸν4 καὶ πολιτεύεσθαι μὲν αὐτοὺς καθ᾽ αὑτούς, ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων, οἷς οἱ ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες λαθραίως καὶ ἀποφέροντες: ἐκείνους γὰρ οὐδὲν ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδ᾽ ἀφαιρεῖσθαι.

1 ἀναγκασθέντας Wyttenbach: ἀναγκασθέντες.

2 Πόλλιν ἡγεμόνα καὶ Δελφὸν Wyttenbach, as attested elsewhere, cf. 247 d: πόλιν ἡγεμόνα τὸν ἀδελφὸν.

3 The sentence εἶτα ... Δελφόν follows διαμένοιεν in the mss. Transposed by Halliday.

4 Δελφὸν Wyttenbach, as attested elsewhere, cf. 247 d: ἀδελφὸν.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: