Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοῦ Λαβρανδέως1 Διὸς ἐν Καρίᾳ
τὸ ἄγαλμα πέλεκυν ἠρμένον οὐχὶ δὲ σκῆπτρον ἢ
κεραυνὸν πεποίηται;’
ὅτι Ἡρακλῆς Ἱππολύτην ἀποκτείνας καὶ μετὰ
τῶν ἄλλων ὅπλων αὐτῆς λαβὼν τὸν πέλεκυν
Ὀμφάλῃ δῶρον ἔδωκεν.2 οἱ δὲ μετ᾽ Ὀμφάλην Λυδῶν
βασιλεῖς ἐφόρουν αὐτὸν ὥς τι τῶν ἄλλων ἱερῶν ἐκ
διαδοχῆς παραλαμβάνοντες, ἄχρι Κανδαύλης
ἀπαξιώσας ἑνὶ τῶν ἑταίρων φορεῖν ἔδωκεν. ἐπεὶ δὲ
Γύγης ἀποστὰς ἐπολέμει πρὸς αὐτόν, ἦλθεν
Ἄρσηλις ἐκ Μυλασέων3 ἐπίκουρος τῷ Γύγῃ μετὰ
δυνάμεως, καὶ τόν τε Κανδαύλην καὶ τὸν ἑταῖρον
αὐτοῦ διέφθείρε,4 καὶ τὸν πέλεκυν εἰς Καρίαν
ἐκόμισε μετὰ τῶν ἄλλων λαφύρων. καὶ Διὸς
ἄγαλμα κατασκευάσας τὸν πέλεκυν ἐνεχείρισε, καὶ
[p. 234]
Λαβρανδέα5 τὸν θεὸν προσηγόρευσε: Λυδοὶ γάρ
‘λάβρυν’
τὸν πέλεκυν ὀνομάζουσι.