Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τίς ὁ δορίξενος1;’
τὸ παλαιὸν ἡ Μεγαρὶς ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν. ἐκαλοῦντο
[p. 196]
δὲ Ἡραεῖς καὶ Πιραεῖς καὶ Μεγαρεῖς καὶ Κυνοσουρεῖς καὶ Τριποδίσκιοι.2 τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους ἀεὶ γὰρ ἐπεβούλευον ὑφ᾽ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν,
ὅμως δι᾽ ἐπιείκειαν ἡμέρως ἐπολέμουν καὶ συγγενικῶς. τούς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει
τὸ παράπαν, τοὺς δ᾽
ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτ᾽ ἐλάμβανον ἀφέντες,
πρότερον δ᾽ οὐκ εἰσέπραττον, ἀλλ᾽
ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν οἴκαδε, καὶ μεταδοὺς ἁλῶν καὶ
τραπέζης ἀπέπεμπεν οἴκαδε. ὁ μὲν οὖν τὰ λύτρα
κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ διετέλει τοῦ λαβόντος ἐκ δοριαλώτου ‘δορίξενος3’
προσαγορευόμενος: ὁ δ᾽ ἀποστερήσας οὐ μόνον παρὰ
τοῖς πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις ὡς ἄδικος καὶ ἄπιστος ἠδόξει.
1 δορίξενος] δορύξενος in nearly all mss.
2 Τριποδίσκιοι van Herwerden: τριποδισκαῖοι or τριποδισκοῦνοι.