Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί παρὰ τοῖς
Ἠλείοις παροιμιῶδὲς
ἐστι τὸ 'δεινότερα Σαμβίκου παθεῖν᾽;’
λέγεταί τινα Σάμβικον
Ἠλεῖον ἔχοντα πολλοὺς
ὑφ᾽ ἑαυτῷ συνεργοὺς πολλὰ περικόψαι τῶν ἐν
Ὀλυμπίᾳ χαλκῶν ἀναθημάτων καὶ ἀποδόσθαι, τέλος δὲ συλῆσαι τὸ τῆς ἐπισκόπου Ἀρτέμιδος
ἱερόν τοῦτο δ᾽ ἐστὶ μὲν ἐν Ἤλιδι, καλεῖται δ᾽ Ἀριστάρχειον. εὐθὺς οὖν μετὰ ταύτην τὴν ἱεροσυλίαν ἁλόντα βασανίζεσθαι δι᾽ ἐνιαυτοῦ περὶ ἑκάστου τῶν κεκοινωνηκότων ἀνακρινόμενον, καὶ
οὕτως ἀποθανεῖν καὶ τὴν παροιμίαν ἐπὶ τοῖς ἐκείνου πάθεσι γενέσθαι.