Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοις;’
τῶν περὶ Θόαντα καὶ Δαμασήνορα τυράννων καταλυθέντων, ἑταιρεῖαι δύο τὴν πόλιν κατέσχον,
ὧν ἡ μὲν ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα.1 κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ πράγματα
[p. 214] περιστήσαντες εἰς τὴν ἑταιρείαν, ἐβουλεύοντο περὶ
τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω
τῆς γῆς ἐπανάγοντες: κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτ᾽ ‘ἀειναῦται’
προσηγορεύθησαν.