Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τίς ἡ αἰτία, δι᾽ ἣν ἐν Σάμῳ τὴν Δεξικρέοντος Ἀφροδίτην καλοῦσι;’
πότερον ὅτι τὰς γυναῖκας αὐτῶν ὑπὸ τρυφῆς καὶ
ὕβρεως ἀκόλαστα ποιούσας Δεξικρέων ἀνὴρ ἀγύρτης καθαρμῷ χρησάμενος ἀπήλλαξεν; '
ἢ ὅτι ναύκληρος ὢν ὁ Δεξικρέων ἔπλευσεν εἰς Κύπρον ἐπ᾽
ἐμπορίᾳ, καὶ μέλλοντα γεμίζειν τὴν
ναῦν1 ἡ Ἀφροδίτη ἐκέλευσεν2 ὕδωρ ἐμβαλόμενον καὶ μηδὲν ἄλλο πλεῖν τὴν ταχίστην; πεισθεὶς δὲ καὶ πολὺ ὕδωρ ἐνθέμενος ἐξέπλευσεν, εἶτα νηνεμίας καὶ γαλήνης ἐν τῷ πελάγει κατασχούσης, διψῶσι τοῖς ἄλλοις ἐμπόροις καὶ ναυκλήροις ὕδωρ πιπράσκων ἀργύριον πολὺ συνήθροισεν. ἐκ δὲ τούτου
κατασκευάσας τὴν θεὸν ἀφ᾽ ἑαυτοῦ προσηγόρευσεν.
εἰ δὴ τοῦτ᾽ ἀληθές ἐστι, φαίνεται οὐχ ἕνα πλουτίσαι, πολλοὺς δὲ σῶσαι δι᾽ ἑνὸς ἡ θεὸς θελήσασα.