Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τίνες οἱ ἀποσφενδόνητοι;’
Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν: Χαρικράτους δὲ πλεύσαντος ἐκ Κορίνθου μετὰ δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος, ἐμβάντες εἰς τὰς ναῦς
οἱ Ἐρετριεῖς ἀπέπλευσαν οἴκαδε. προαισθόμενοι
δ᾽
οἱ πολῖται, τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν ἐκώλυον σφενδονῶντες. μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε βιάσασθαι πολλοὺς καὶ
ἀπαραιτήτους ὄντας, ἐπὶ Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν ᾧ πρότερον οἰκῆσαι Μέθωνα τὸν
Ὀρφέως πρόγονον ἱστοροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων
‘ἀποσφενδόνητοι προσωνομάσθησαν.’