Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τί τὸ παρ᾽
Ἀργείοις λεγόμενον ἔγκνισμα;’
τοῖς ἀποβαλοῦσί τινα συγγενῶν ἢ συνήθων ἔθος
ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ Ἀπόλλωνι θύειν, ἡμέραις δ᾽
ὕστερον τριάκοντα τῷ Ἑρμῇ. νομίζουσι γάρ, ὥσπερ τὰ σώματα τῶν ἀποθανόντων δέχεσθαι τὴν γῆν, ὀὕτω τὰς ψυχὰς τὸν Ἑρμῆν
τοῦ δ᾽ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ
[p. 206] ἀποσβέσαντες ὡς μεμιασμένον παρ᾽ ἑτέρων δ᾽
ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν ‘ἔγκνισμα’
προσαγορεύοντες.