previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐν τούτῳ δὲ ἐγὼ τὴν ἐσθῆτα τῆς Μελίτης εἶχον ἠμφιεσμένος καὶ ἀπερισκέπτως ἐμπίπτω κατὰ πρόσωπον αὐτοῖς, καί με Σωσθένης πρῶτος γνωρίσαςἀλλ̓ ἰδοὺφησὶνοὗτος μοιχὸς βακχεύων ἡμῖν [2] ἔπεισι καὶ τῆς σῆς γυναικὸς ἔχων λάφυρα.’ μὲν οὖν νεανίσκος ἔτυχε προηγούμενος καὶ προϊδὼν ἀποφεύγει, μὴ λαβὼν καιρὸν ὑπὸ δέους κἀμοὶ προμηνῦσαι: ἐμὲ δὲ ἰδόντες συλλαμβάνουσι, καὶ Θέρσανδρος βοᾷ, καὶ πλῆθος τῶν παννυχιζόντων συνέρρει. [3] Ἔτι μᾶλλον οὖν Θέρσανδρος ἐδεινοπάθει, ῥητὰ μὲν καὶ ἄρρητα βοῶν, τὸν μοιχόν, τὸν λωποδύτην: ἄγει δέ με εἰς τὸ δεσμωτήριον καὶ παραδίδωσιν ἔγκλημα μοιχείας ἐπιφέρων. [4] Ἐμὲ δὲ ἐλύπει τούτων μὲν οὐδέν, οὔθ̓ τῶν δεσμῶν ὕβρις οὔθ̓ τῶν λόγων αἰκία: καὶ γὰρ ἐθάρρουν τῷ λόγῳ περιέσεσθαι μὴ μοιχὸς εἶναι, γῆμαι δὲ ἐμφανῶς: δέος δέ με περὶ τῆς Λευκίππης εἶχεν οὔπω σαφῶς αὐτὴν ἀπολαβόντα. [5] Ψυχαὶ δὲ πεφύκασι μάντεις τῶν κακῶν, ἐπεὶ τῶν γε ἀγαθῶν ἥκιστα ἐκ μαντείας εὐστοχοῦμεν. Οὐδὲν οὖν ὑγιὲς ἐνενόουν [p. 160] περὶ τῆς Λευκίππης, ἀλλ̓ ἦν ὕποπτά μοι πάντα καὶ μεστὰ δείματος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: