previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ μὲν οὕτως ἔπραξεν: ἐμοὶ δὲ συνήθης τύχη πάλιν ἐπιτίθεται καὶ συντίθεται κατ̓ ἐμοῦ δρᾶμα καινόν: ἐπάγει γάρ μοι τὸν Θέρσανδρον αὖθις ἐπανελθόντα. Μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν ᾤχετο, μὴ ἀπόκοιτος γενέσθαι, δειπνήσας πάλιν ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν. [2] Ἦν δὲ τῆς Ἀρτέμιδος ἱερομηνία, καὶ μεθυόντων πάντα μεστά, ὥστε καὶ δἰ ὅλης τῆς νυκτὸς τὴν ἀγορὰν ἅπασαν κατεῖχε πλῆθος ἀνθρώπων. Κἀγὼ μὲν ἐδόκουν τοῦτο μόνον εἶναι δεινόν: ἐλελήθει δὲ καὶ ἄλλο τεχθέν μοι χαλεπώτερον. [3] γὰρ Σωσθένης τὴν Λευκίππην ὠνησάμενος, ὃν Μελίτη τῆς τῶν ἀγρῶν ἐκέλευσεν ἀποστῆναι διοικήσεως, μαθὼν παρεῖναι τὸν δεσπότην τούς τε ἀγροὺς οὐκέτι ἀφῆκε τήν τε Μελίτην ἤθελεν ἀμύνασθαι. [4] Καὶ πρῶτον μὲν φθάσας καταμηνύει μου πρὸς τὸν Θέρσανδρον: γὰρ διαβαλὼν αὐτὸς [p. 158] ἦν: ἔπειτα καὶ περὶ Λευκίππης λέγει τι πάνυ πιθανῶς πλασάμενος. Ἐπεὶ γὰρ αὐτὸς αὐτῆς ἀπεγνώκει τυχεῖν, μαστροπεύει πρὸς τὸν δεσπότην, ὡς ἂν αὐτὸν τῆς Μελίτης ἀπαγάγοι, ‘κόρην ἐωνησάμην, [5] δέσποτα, χρῆμά τι κάλλους ἄπιστον. Οὕτως αὐτὴν πιστεύσειας ἀκούων, ὡς ἰδών. Ταύτην ἐφύλαττόν σοι: καὶ γὰρ ἠκηκόειν ζῶντά σε, καὶ ἐπίστευον, διόπερ ἤθελον: ἀλλ̓ οὐκ ἐξέφαινον, ἵνα τὴν δέσποιναν ἐπ̓ αὐτοφώρῳ καταλάβοις, καὶ μή σου καταγελῴη μοιχὸς ἄτιμος καὶ ξένος. [6] Ἀφῄρηται δὲ ταύτην χθὲς δέσποινα καὶ ἔμελλεν ἀποπέμψειν: τύχη δὲ ἐτήρησέ σοι, ὥστε τοσοῦτον κάλλος λαβεῖν. Ἔστι δὲ νῦν ἐν τοῖς ἀγροῖς, οὐκ οἶδ̓ ὅπως πρὸς αὐτῆς ἀπεσταλμένη. Πρὶν οὖν αὖθις ἐπανελθεῖν, εἰ θέλεις, κατακλείσας αὐτὴν φυλάξω σοι, ὡς ὑπὸ σοὶ γένοιτο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: