previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ Σωσθένης σπουδάσας εἶπεπαίζεις.’ ‘Πῶς παίζω;’ ἔφη. ‘Ἔα με, ἄνθρωπε, ὑπὸ τῆς ἐμαυτῆς συντρίβεσθαι τύχης καὶ τοῦ κατέχοντός με δαίμονος: οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ.’ ‘Δοκεῖς μοιἔφημαίνεσθαι μανίαν ἀνήκεστον. [2] Πειρατήριον ταῦτα εἶναί σοι δοκεῖ, πλοῦτος καὶ γάμος καὶ τρυφή, ἄνδρα τοιοῦτον λαβούσῃ παρὰ τῆς Τύχης, ὃν οὕτω φιλοῦσιν οἱ θεοί, ὡς αὐτὸν καὶ ἐκ μέσων τῶν τοῦ θανάτου πυλῶν ἀναγαγεῖν;’ Εἶτα κατέλεγε τὴν ναυαγίαν, ἐκθειάζων ὡς ἐσώθη, καὶ τερατευόμενος ὑπὲρ τὸν δελφῖνα τὸν Ἀρίονος. [3] Ὡς δ̓ οὐδὲν Λευκίππη οὐκέτι μυθολογοῦντα πρὸς αὐτὸν εἶπε, ‘σκέψαιἔφηκατὰ σὲ τί ἄμεινον, καὶ ὅπως μηδὲν τούτων πρὸς Θέρσανδρον ἐρεῖς, μὴ παροξύνῃς χρηστὸν ἄνδρα: [4] ὀργισθεὶς γὰρ ἀφόρητός ἐστι. Χρηστότης γὰρ τυγχάνουσα μὲν χάριτος ἐπὶ μᾶλλον αὔξεται, προπηλακισθεῖσα δὲ εἰς ὀργὴν ἐρεθίζεται. Τὸ γὰρ περιττὸν εἰς φιλανθρωπίαν ἴσον ἔχει τὸν θυμὸν εἰς τιμωρίαν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: