previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπῄνεσεν Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο ποιεῖν. Ἔρχεται δὴ σπουδῇ μάλα Σωσθένης εἰς τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρακώς, ἔνθα Λευκίππη διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παραλαβών, τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ ἦσαν ἅμα τῇ Λευκίππῃ παροῦσαι, περιελθεῖν δόλῳ καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας ἐφ̓ ὁμιλίᾳ: [2] δύο δὲ ἄλλους ἐπαγαγών, ὡς εἶδε τὴν Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, καὶ καταθέμενος λέγει πρὸς αὐτήνἥκω σοι φέρων σωρὸν ἀγαθῶν, ἀλλ̓ ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου. [3] Μὴ γὰρ φοβηθῇς ταύτην τὴν ἁρπαγήν, μηδὲ [p. 159] ἐπὶ κακῷ τῷ σῷ γεγονέναι δόξῃς: αὕτη γὰρ τὸν δεσπότην τὸν ἐμὸν ἐραστήν σοι προξενεῖ.’ μὲν δὴ τῷ παραλόγῳ τῆς συμφορᾶς ἐκπλαγεῖσα ἐσιώπησεν, δὲ ἐπὶ τὸν Θέρσανδρον ἔρχεται καὶ λέγει τὰ πεπραγμένα: ἔτυχε δὲ Θέρσανδρος ἐπανιὼν εἰς τὴν οἰκίαν. [4] Τοῦ δὲ Σωσθένους αὐτῷ μηνύσαντος τὰ περὶ τῆς Λευκίππης καὶ κατατραγῳδοῦντος αὐτῆς τὸ κάλλος, μεστὸς γενόμενος ἐκ τῶν εἰρημένων ὡσεὶ κάλλους φαντάσματος, φύσει καλοῦ, παννυχίδος οὔσης καὶ ὄντων μεταξὺ τεττάρων σταδίων ἐπὶ τοὺς ἀγρούς, ἡγεῖσθαι κελεύσας ἐπ̓ αὐτὴν χωρεῖν ἔμελλεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: