previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταῦτα ἀκούσας Θέρσανδρος μικρον ἀναχωρήσας λέγει πρὸς τὸν Σωσθένηνἤκουσας ἀπίστων ῥημάτων γεμόντων ἔρωτος, ὅσα εἶπεν, ὅσα ὠδύρατο, οἷα ἑαυτὴν κατεμέμψατο; μοιχός μου κρατεῖ πανταχοῦ: δοκῶ, λῃστὴς καὶ φαρμακεύς ἐστι. Μελίτη φιλεῖ, Λευκίππη φιλεῖ. [2] Ὄφελον, Ζεῦ, γενέσθαι Κλειτοφῶν.’ ‘Ἀλλ̓ οὐ μαλακιστέον Σωσθένης ἔφηδέσποτα, πρὸς τὸ ἔργον, ἀλλ̓ ἐπὶ τὴν κόρην ἰτέον αὐτήν. [3] Καὶ γὰρ ἂν νῦν ἐρᾷ τοῦ καταράτου τούτου μοιχοῦ, μέχρι μὲν αὐτὸν οἶδε μόνον καὶ οὐ κεκοινώνηκεν ἑτέρῳ, πάσχει τὴν ψυχὴν ὑπ̓ αὐτοῦ: ἂν δ̓ ἅπαξ εἰς ταὐτὸν ἔλθῃςπολλῷ δὲ διαφέρεις ἐκείνου εἰς εὐμορφίαν’, ἐπιλήσεται τέλεον αὐτοῦ. [4] Παλαιὸν γὰρ ἔρωτα μαραίνει νέος ἔρως: γυνὴ δὲ καὶ [p. 169] μάλιστα τὸ παρὸν φιλεῖ, τοῦ δ̓ ἀπόντος, ἕως καινὸν οὐχ εὗρε, μνημονεύει: προσλαβοῦσα δὲ ἕτερον, τὸν πρότερον τῆς ψυχῆς ἀπήλειψε.’ [5] Ταῦτα ἀκούσας Θέρσανδρος ἠγέρθη: λόγος γὰρ ἐλπίδος εἰς τὸ τυχεῖν ἔρωτος ἐς πειθὼ ῥᾴδιος: τὸ γὰρ ἐπιθυμοῦν σύμμαχον θέλει λαβὸν ἐγείρει τὴν ἐλπίδα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: