previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θέρσανδρος οὖν τὸ μὲν πρῶτον ἐλπίζων εἰς τὸν ἔρωτα εὐτυχήσειν ὅλος Λευκίππης δοῦλος ἦν: ἀτυχήσας δὲ ὧν ἤλπισεν ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. Ῥαπίζει δὴ κατὰ κόρρης αὐτὴν κακόδαιμον ἀνδράποδονλέγωνκαὶ ἀληθῶς ἐρωτιῶν: πάντων γάρ σου κατήκουσα. [2] Οὐκ ἀγαπᾷς ὅτι σοι λαλῶ, καὶ μεγάλην εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην, ἀλλὰ ἀκκίζῃ καὶ σχηματίζῃ πρὸς ἀπόνοιαν; Ἐγὼ μέν σε καὶ πεπορνεῦσθαι δοκῶ: καὶ γὰρ μοιχὸν φιλεῖς. [3] Ἀλλ̓ ἐπειδὴ μὴ θέλεις ἐραστοῦ μου πεῖραν λαβεῖν, πειράσῃ δεσπότου.’ Καὶ Λευκίππηκἂν τυραννεῖν ἐθέλῃς κἀγὼ τυραννεῖσθαι, πλὴν οὐ βιάσῃ:’ καὶ πρὸς τὸν Σωσθένην ἰσοῦσαμαρτύρησονεἶπεν αὐτῷπῶς πρὸς τὰς αἰκίας ἔχω: σὺ γάρ με καὶ [4] μᾶλλον ἠδίκησας.’ Καὶ Σωσθένης αἰσχυνθεὶς ὡς ἐληλεγμένοςταύτηνεἶπεν δέσποτα, ξανθῆναι μάστιξι δεῖ καὶ μυρίαις βασάνοις περιπεσεῖν, ὡς ἂν μάθῃ δεσπότου μὴ καταφρονεῖν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: