previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οἴμοι Κλειτοφῶν’ (τοῦτο γὰρ ἔλεγε πολλάκις) ‘οὐκ οἶδας ποῦ γέγονα καὶ ποῦ καθεῖργμαι: οὐδὲ γὰρ ἐγὼ τίς σὲ κατέχει τύχη, ἀλλὰ τὴν αὐτὴν ἄγνοιαν δυστυχοῦμεν. [2] Ἆρα μή σε κατέλαβε Θέρσανδρος ἐπὶ τῆς οἰκίας; ἆρα μὴ καὶ σύ τι πέπονθας ὑβριστικόν; Πολλάκις ἠθέλησα πυθέσθαι παρὰ τοῦ Σωσθένους, ἀλλ̓ οὐκ εἶχον ὅπως πύθωμαι. Εἰ μὲν ὡς περὶ ἀνδρὸς ἐμαυτῆς, ἐφοβούμην μή τί σοι κινήσω κακόν, παροξύνασα Θέρσανδρον ἐπὶ σέ: εἰ δὲ ὡς περὶ ξένου τινός, ὑπόνοια καὶ τοῦτο ἦν. [3] Τί γὰρ μέλει γυναικὶ περὶ τῶν οὐχ ἑαυτῆς; Ποσάκις ἐμαυτὴν ἐβιασάμην, ἀλλ̓ οὐκ ἔπειθον τὴν γλῶσσαν εἰπεῖν, ἀλλὰ ταῦτα [p. 168] μόνον ἔλεγονἄνερ Κλειτοφῶν, Λευκίππης μόνης ἄνερ, ἄνερ πιστὲ καὶ βέβαιε, ὃν οὐδὲ συγκαθεύδουσα πέπεικεν ἄλλη γυνή, κἂν εἰ ἄστοργος ἐγὼ πεπίστευκα, [4] μετὰ τοσοῦτον ἰδοῦσά σε χρόνον ἐν τοῖς ἀγροῖς οὐ κατεφίλησα.’ Νῦν οὖν ἂν Θέρσανδρος ἔλθῃ πυνθανόμενος, τί πρὸς αὐτὸν εἴπω; Ἆρα ἀποκαλύψασα τοῦ δράματος τὴν ὑπόκρισιν διηγήσομαι τὴν ἀλήθειαν; Μή με νομίσῃς ἀνδράποδον εἶναι, [5] Θέρσανδρε. Στρατηγοῦ θυγάτηρ εἰμὶ Βυζαντίων, πρώτου Τυρίων γυνή: οὐκ εἰμὶ Θετταλή: οὐ καλοῦμαι Λάκαινα: ὕβρις αὕτη ἐστὶ πειρατική: λελῄστευμαι καὶ τοὔνομα. [6] Ἀνήρ μοι Κλειτοφῶν, πατρὶς Βυζάντιον, Σώστρατος πατήρ, μήτηρ Πάνθεια. Ἀλλ̓ οὐδὲ πιστεύσεις ἐμοὶ λεγούσῃ. Φοβοῦμαι δὲ καὶ ἐὰν πιστεύσῃς περὶ Κλειτοφῶντος, μὴ τὸ ἄκαιρόν μου τῆς ἐλευθερίας τὸν φίλτατον ἀπολέσῃ. Φέρε πάλιν ἐνδύσωμαί μου τὸ δρᾶμα: φέρε πάλιν περίθωμαι τὴν Λάκαιναν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: