previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ Λευκίππητοιαῦτα σοὶἔφηγένοιτο εὐτυχήματα, οἷα ἐμοὶ κομίζων πάρει.’ δὲ Σωσθένης τὴν εἰρωνείαν οὐ συνείς, ἀλλὰ νομίζων αὐτὴν τὰ ὄντα λέγειν, φιλοφρονούμενος προσετίθειβούλομαι δέ σοι καὶ τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν, ὡς ἂν μᾶλλον ἡσθείης. [2] Μελέτης μὲν ἀνήρ, ἣν εἶδες ἐν τοῖς ἀγροῖς, γένει δὲ πρῶτος ἁπάντων τῶν Ἰώνων: πλοῦτος μείζων τοῦ γένους, ὑπὲρ τὸν πλοῦτον χρηστότης: τὴν δὲ ἡλικίαν οἷός ἐστιν εἶδες, ὅτι νέος καὶ καλός, [3] μάλιστα τέρπει γυναῖκα.’ Πρὸς τοῦτο οὐχ ὑπήνεγκεν Λευκίππη ληροῦντα τὸν Σωσθένην, ἀλλ̓ κακὸν σὺ θηρίονἔφημέχρι τίνος μοι [4] μιαίνεις τὰ ὦτα; Τί ἐμοὶ καὶ Θερσάνδρῳ κοινόν; Καλὸς ἔστω Μελίτῃ καὶ πλούσιος τῇ πόλει, χρηστός τε καὶ μεγαλόψυχος τοῖς δεομένοις: ἐμοὶ δὲ οὐδὲν μέλει τούτων, εἴτε ἐστὶ καὶ Κόδρου εὐγενέστερος εἴτε Κροίσου πλουσιώτερος. [5] Τί μοι καταλέγεις σωρὸν ἀλλοτρίων ἐγκωμίων; Τότε ἐπαινέσω Θέρσανδρον ὡς [p. 166] ἄνδρα ἀγαθόν, ὅταν εἰς τὰς ἀλλοτρίας μὴ ἐνυβρίζῃ γυναῖκας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: