previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταῦτα δὲ ἔλεγε προσποιησαμένη τὸν ἀφανισμὸν τῆς Λευκίππης μὴ ἐγνωκέναι: ταμιευσαμένη αὖθις, εἰ ζητήσει Θέρσανδρος εὑρεῖν τὴν ἀλήθειαν, τὰς θεραπαινίδας ἀγαγεῖν, αἷς συναπελθοῦσα ἔτυχεν, ἂν μὴ παραγένηται περὶ τὴν ἕω, λεγούσας, ὅπερ [p. 164] ἦν, οὐδαμοῦ φαίνεσθαι τὴν κόρην. [2] Οὕτω γὰρ αὐτὴν ἐγκεῖσθαι πρὸς τὴν ζήτησιν φανερῶς, ὡς καὶ τὸν Θέρσανδρον ἐπαναγκάσαι. Ταῦτα οὖν ὑποκριναμένη πιθανῶς κἀκεῖνα προσετίθειπίστευσον, ἄνερ: οὐδέν μου, φίλτατε, παρὰ τὸν τῆς συμβιώσεως κατέγνωκας χρόνον: [3] μηδὲ νῦν τοιοῦτον ὑπολάβῃς. δὲ φήμη διαπεφοίτηκεν ἐκ τῆς εἰς τὸν νεανίσκον τιμῆς, οὐκ εἰδότων τῶν πολλῶν τὴν αἰτίαν τῆς κοινωνίας. [4] Καὶ γὰρ σὺ φήμῃ τέθνηκας. Φήμη δὲ καὶ Διαβολὴ δύο συγγενῆ κακά: θυγάτηρ Φήμη τῆς Διαβολῆς. Καὶ ἔστι μὲν Διαβολὴ μαχαίρας ὀξυτέρα, πυρὸς σφοδροτέρα, Σειρήνων πιθανωτέρα: δὲ Φήμη ὕδατος ὑγροτέρα, πνεύματος δρομικωτέρα, πτερῶν ταχυτέρα. [5] Ὅταν οὖν Διαβολὴ τοξεύσῃ τὸν λόγον, μὲν δίκην βέλους ἐξίπταται καὶ τιτρώσκει μὴ παρόντα καθ̓ οὗ πέμπεται, δὲ ἀκούων ταχὺ πείθεται καὶ ὀργῆς αὐτῷ πῦρ ἐξάπτεται καὶ ἐπὶ τὸν βληθέντα μαίνεται: τεχθεῖσα δὲ Φήμη τῷ τοξεύματι ῥεῖ μὲν εὐθὺς πολλὴ καὶ ἐπικλύζει τὰ ὦτα τῶν ἐντυχόντων, διάττει δὲ ἐπὶ πλεῖστον καταιγίζουσα τῷ τοῦ λόγου πνεύματι καὶ ἐξίπταται κουφιζομένη τῷ τῆς γλώττης πτερῷ. [6] Ταῦτά με τὰ δύο πολεμεῖ: ταῦτά σου τὴν ψυχὴν κατέλαβε καὶ ἀπέκλεισέ μου τοῖς λόγοις τῶν ὤτων σου τὰς θύρας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: