τὸν δὲ Γλαῦκον τὸν θαλάττιον δαίμονα Θεόλυτος μὲν ὁ Μηθυμναῖος ἐν τοῖς Βακχικοῖς ἔπεσιν ἐρασθέντα φησὶν Ἀρεάδνης, ὅτ᾽ ἐν Δίᾳ τῇ νήσῳ ὑπὸ Διονύσου ἡρπάσθη, καὶ βιαζόμενον ὑπὸ Διονύσου ἀμπελίνῳ δεσμῷ ἐνδεθῆναι καὶ δεηθέντα ἀφεθῆναι εἰπόντα:
Ναυσικράτης Ναυκλήροις: ..
δύο μέν, φασιν, ἁπαλοὶ καὶ καλοὶ
παῖδες θεοῦ τοῦ ναυτίλοισι πολλάκις
ἤδη φανέντος πελαγίοις ἐν ἀγκάλαις,
ὃν καὶ τὰ θνητῶν φασιν ἀγγέλλειν πάθη.
β. Γλαῦκον λέγεις. α. ἔγνωκας.
Προμαθίδας δ᾽ ὁ Ἡρακλεώτης ἐν ἡμιάμβοις Πολύβου τοῦ Ἑρμοῦ καὶ Εὐβοίας τῆς Λαρύμνου γενεαλογεῖ τὸν Γλαῦκον. Μνασέας δ᾽ ἐν τρίτῳ [p. 328] τῶν Εὐρωπιακῶν Ἀνθηδόνος καὶ Ἀλκυόνης αὐτὸν γενεαλογεῖ. ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον Πόντιον καλεῖσθαι: ἁρπάσαντα Σύμην τὴν Ἰηλύσου καὶ Δωτίδος θυγατέρα ἀποπλεῦσαι εἰς τὴν Ἀσίαν καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον οὖσαν κατοικίσαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν προσαγορεῦσαι. Εὐάνθης δ᾽ ὁ ἐποποιὸς ἐν τῷ εἰς τὸν Γλαῦκον ὕμνῳ Ποσειδῶνος αὐτὸν υἱὸν εἶναι καὶ Ναΐδος νύμφης μιγῆναί τε Ἀρεάδνῃ ἐν Δίᾳ τῇ νήσῳ ἐρασθέντα, ὅτε ὑπὸ Θησέως κατελείφθη, Ἀριστοτέλης δ᾽ ἐν τῇ Δηλίων πολιτείᾳ ἐν Δήλῳ κατοικήσαντα μετὰ τῶν Νηρηίδων τοῖς θέλουσι μαντεύεσθαι. Πόσσις δ᾽ ὁ Μάγνης ἐν τρίτῳ Ἀμαζονίδος τῆς Ἀργοῦς φησι δημιουργὸν γενέσθαι τὸν Γλαῦκον καὶ κυβερνῶντα αὐτήν, ὅτε ' Ἰάσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι ἐν τῇ ναυμαχίᾳ: κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θαλάσσης βυθῷ ἀφανισθῆναι καὶ οὕτως γενέσθαι θαλάττιον δαίμονα ὑπὸ μόνου τε Ἰάσονος θεωρηθῆναι. Νικάνωρ δὲ ὁ Κυρηναῖος ἐν Μετονομασίαις τὸν Μελικέρτην φησὶ Γλαῦκον μετονομασθῆναι.
Ἀνθηδών νὺ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης
ἀντίον Εὐβοίης σχεδὸν Εὐρίποιο ῥοάων:
ἔνθεν ἐγὼ γένος εἰμί: πατήρ δέ με γείνατο Κωπεύς.