φησὶ πρός τινα Νικόμαχος:
ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς
ἀφρῷ σκιασθὲν χρυσοκόλλητον δέπας [p. 38]
μεστὸν κύκλῳ τορευτὸν ἕλκουσι γνάθοις
ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον
τἄνω κάτω δεικνύντες.
Φιλιππίδης:
ὦ χαῖρε,3 χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν ...
Ἀλέξανδρον Ἐπιστολαῖς τὰ Περσικὰ λάφυρα ‘ποτηρίων,’ φησί, ‘ χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ογ, μναῖ νβ. ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια νς, μναῖ λδ.’
τὰ ποτήρι᾽: ἂν ἴδῃς τὰ παρεσκευασμένα,
ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν,
ὑπερήφαν᾽ ἔργ᾽. ἐγὼ μὲν ἐξέστην ἰδών.
κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ ...
ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς