νεανίσκῳ γὰρ τὴν πᾶσαν ἀρετὴν ἔχοντι τοῦτο μόνον τὸ ἁμάρτημα προσόν, ὅτι οὐκ ἐτίμα τὴν Ἀφροδίτην, αἴτιον ἐγένετο τοῦ ὀλέθρου: καὶ οὔτε ἡ Ἄρτεμις ἡ περισσῶς ἀγαπήσασα οὔτε τῶν ἄλλων θεῶν τις ἢ δαιμόνων ἐβοήθησεν αὐτῷ. κατὰ τὸν αὐτὸν οὖν ποιητὴν:
ὅσοι τε Πόντου τερμόνων τ᾽ Ἀτλαντικῶν
ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
σφάλλω δ᾽ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος, λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κριτίας τάδε:
ὅστις δ᾽ Ἔρωτα μὴ μέγαν κρίνει θεόν,
ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
”
τὸν δὲ γυναικείων μελέων πλέξαντα πότ᾽ ᾠδὰς
ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ᾽ ἀνῆγεν, [p. 236]
συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
οὒ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,
ἒς τ᾽ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι
παῖς διαπομπεύῃ, προπόσεις ἐπὶ δεξιὰ νωμῶν,
παννυχίδας θ᾽ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ᾽ ἡ χαλκοῦ θυγάτηρ ἐπ᾽ ἄκραισι καθίζῃ
κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.