Δίφιλος δ᾽ ἐν Παρασίτῳ:
μάθοις τ᾽ ἂν οἷον ἀνθρώποις κακὸν
ἐστιν ἡ γαστήρ, διδάσκει δ᾽ οἷ᾽ ἀναγκάζει θ᾽ ὅσα.
εἴ τις ἀφέλοι τοῦτ᾽ ἀφ᾽ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ
σώματος,
οὔτ᾽ ἂν ἀδικοῖτ᾽ οὐδὲν οὐδεὶς οὔτ᾽ ὑβρίζοι τἂν ἑκών.
νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ.
καὶ Κράτης δ᾽ ὁ κυνικός, ὥς φησι Σωσικράτης ἐν ταῖς Διαδοχαῖς, ἐπερράπισε Δημήτριον τὸν Φαληρέα σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου: ' εἴθε γάρ ἔφη, ' τὰς κρήνας καὶ ἄρτους ἦν φέρειν.' Στίλπων δ᾽ οὐ κατεπλάγη τὴν ἐγκράτειαν καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς Μητρὸς τῶν θεῶν ἱερῷ: ἀπείρητο δὲ τῷ τούτων τι φαγόντι μηδὲ εἰσιέναι. ἐπιστάσης δὲ αὐτῷ τῆς θεοῦ κατὰ τοὺς ὕπνους καὶ εἰπούσης ὅτι φιλόσοφος ὤν, ὦ Στίλπων, παραβαίνεις τὰ νόμιμα;᾽ καὶ τὸν δοκεῖν ἀποκρίνασθαι κατὰ τοὺς ὕπνους: ι 'σὺ δέ μοι πάρεχε ἐσθίειν καὶ σκορόδοις οὐ χρήσομαι.”
εὖ γ᾽ ὁ κατάχρυσος εἶπε πόλλ᾽ Εὐριπίδης,
νικᾷ δὲ ' χρεία μ᾽ ἡ ταλαίπωρός τέ μου
γαστήρ. ταλαιπωρότερον οὐδέν ἐστι γὰρ
τῆς γαστρός: ι εἰς ἣν πρῶτον ἐμβαλεῖς ὅσ᾽ ἂν
οὐχ ἕτερον εἰς ἀγγεῖον. ἐν πήρᾳ φέροις [p. 412]
ἄρτους ἄν, ἀλλ᾽ οὐ ζωμόν, ἢ διαφθερεῖς.
εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ᾽ οὐ φακῆν
οἰνάριον εἰς λάγυνον, ἀλλ᾽ οὐ κάραβον.
εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει
ἀπανθ᾽ Σ322 ἑαυτοῖς μηδὲν ὁμολογούμενα.
κου᾽ προστίθημι τἄλλα, διότι πανταχοῦ
διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται.