Ἀντίπατρος δ᾽ ὁ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσιν. Ἀρκεσίλαον δέ φησιν εἰς συμπόσιον παρακληθέντα καὶ συγκατακλιθέντα ἑνὶ τῶν βορῶς ἐσθιόντων, αὐτὸν δὲ μηδενὸς ἀπολαῦσαι δυνάμενον, ἐπεί τις αὐτῷ τῶν παρόντων ἐξέτεινεν, φάναι
οὐ χρὴ συμποσίοιο φίλους ἀπέχεσθαι ἑταίρους
δηρὸν ἀνάμνησις δὲ πέλει χαριεστάτη αὕτη.
ἔτυχε δ᾽ ὁ κατοψοφαγῶν Τήλεφος καλούμενος. ὁ δὲ Ζήνων ἐπεί τις τῶν παρόντων ὀψοφάγων ἀπέσυρεν ἅμα τῷ παρατεθῆναι τὸ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρεν ἐπιλέγων
εὖ σοι γένοιτο, Τηλέφῳ δ᾽ ἁγὼ νοῶ:
Σωκράτης δ᾽ ἰδών τινα ἀμέτρως τῇ ἐποψήσει χρώμενον ‘ὦ παρόντες, ἔφη, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ χρῆται, τῷ δ᾽ ὄψῳ ὡς ἄρτῳ;’
Ἰνὼ δὲ τἀπὶ θάτερ᾽ ἐξειργάζετο.