previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

29. ἀπώλοντο δὲ καὶ Μάγνητες οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι, ὥς φησι Καλλῖνος ἐν τοῖς Ἐλεγείοις καὶ Ἀρχίλοχος: ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων. καὶ περὶ αὐτῶν δὲ τῶν Ἐφεσίων Δημόκριτος Ἐφέσιος ἐν τῷ προτέρῳ περὶ τοῦ ἐν Ἐφέσῳ Ναοῦ διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων γράφει καὶ τάδε: ‘τὰ δὲ τῶν Ἰώνων ἰοβαφῆ καὶ πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαντά: αἱ δὲ κεφαλαὶ κατ᾽ ἴσα διειλημμέναι ζῴοις. καὶ σαράπεις μήλινοι καὶ [p. 370] πορφυροῖ καὶ λευκοί, οἱ δὲ ἁλουργεῖς. καὶ καλασίρεις Κορινθιουργεῖς : εἰσὶ δ᾽ αἱ μὲν πορφυραῖ τούτων, αἱ δὲ ἰοβαφεῖς, αἱ δὲ ὑακίνθιναι: λάβοι δ᾽ ἄν τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς. ὑπάρχουσιν δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν. ἴδοι δ᾽ ἄν τις,’ φησίν, ‘ καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν. ἐστὶν δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν καταπέπασται δὲ χρυσοῖς κέγχροις: οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ᾽ ἔχουσιν ἀνὰ μέσον.’ τούτοις πᾶσι χρῆσθαί φησι τοὺς Ἐφεσίους ἐπιδόντας εἰς τρυφήν. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: