previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

56.

χόρια βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα.

ἀμορβίτης; πλακοῦντος εἶδος παρὰ Σικελοῖς. οἱ δὲ ...

παῖσα πλακούντια παρὰ Κῴοις, ὥς φησιν Ἰατροκλῆς.

σησαμίδες ἐκ μέλιτος καὶ σησάμων πεφρυγμένων καὶ ἐλαίου σφαιροειδῆ πέμματα. Εὔπολις Κόλαξιν


ὃς χαρίτων μὲν ὄζει,
καλλαβίδας δὲ βαίνει,
σησαμίδας δὲ χέζει,
μῆλα δὲ χρέμπτεται.
Ἀντιφάνης Δευκαλίωνι:

σησαμίδας μελίπηκτα τοιοῦτό τι.
μνημονεύει αὐτῶν καὶ Ἔφιππος ἐν Κύδωνι: πρόκειται τὸ μαρτύριον.

μύλλοι. Ἡρακλείδης Συρακόσιος ἐν τῷ περὶ Θεσμῶν ἐν Συρακούσαις φησὶ τοῖς Παντελείοις τῶν Θεσμοφορίων ἐκ σησάμου καὶ μέλιτος κατασκευάζεσθαι ἐφήβαια γυναικεῖα, καλεῖσθαι κατὰ πᾶσαν Σικελίαν μυλλοὺς καὶ περιφέρεσθαι ταῖς θεαῖς.

ἐχῖνός;. Λυγκεὺς Σάμιος ἐν τῇ πρὸς [p. 494] Διαγόραν Ἐπιστολῇ ἐκ παραλλήλου τιθεὶς τὰ κατὰ τὴν Ἀττικὴν ἐξαιρέτως γινόμενα τοῖς ἐν τῇ Ῥόδῳ γράφει οὕτως: ‘τῇ δὲ περὶ τὸν ἄμητα δόξῃ τὸν καινὸν ἀνταγωνιστὴν ἐπὶ τῆς δευτέρας εἰσάγουσα τραπέζης ἐχῖνον. ὑπὲρ οὗ νῦν μὲν ἐπὶ κεφαλαίου: παραγενομένου δὲ σοῦ καὶ συντεθέντος κατὰ τοὺς ἐν Ῥόδῳ νόμους ἅμα μασησαμένου πειράσομαι πλείω περιθεῖναι λόγον.’

κοτυλίσκοι. Ἡρακλέων Ἐφέσιος πλακοῦντὰς τινάς φησιν οὕτω καλεῖσθαι τοὺς ἐκ τρίτου μέρους τῆς χοίνικος γινομένους.

χοιρίναι. τούτων μνημονεύει Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων καὶ τοῦ πυραμοῦντος καλουμένου, οὐ διαφέρειν λέγων τῆς πυραμίδος καλουμένης: γίνεσθαι γὰρ ταύτην ἐκ πυρῶν πεφωσμένων καὶ μέλιτι δεδευμένων. αὗται δὲ ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: