διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμολέους; ἐν Νεαίρᾳ: [p. 66]
τῷ τρέφοντι συμφορά
εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.
καὶ ἐν τῷ ἐπιγραφομένῳ δ᾽ Ὀρεσταυτοκλείδης ὁ αὐτὸς Τιμοκλῆς φησι:
ἀλλ᾽ ἔγωγ᾽ ὁ δυστυχὴς
Φρύνης ἐρασθεὶς ἡνίκ᾽ ἔτι τὴν κάππαριν
συνέλεγεν οὔπω τ᾽ εἶχεν ὅσαπερ νῦν ἔχει
πάμπολλ᾽ ἀναλίσκων ἐφ᾽ ἑκάστῳ τῆς θύρας
ἀπεκλειόμην.
τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων:
περὶ δὲ τὸν πανάθλιον
εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα,
Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,
Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον.
τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ, :
ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται,
παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ
ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου
ἔνδον κάθητ᾽ ἀπόπληκτος οὐδ᾽ ἐξέρχεται.