previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4. πολλῶν δὲ ὄντων καὶ διαφόρων τῶν παρεσκευασμένων καὶ αἰεὶ παρασκευαζομένων ἰχθύων μεγέθει τε καὶ ποικιλίᾳ Μυρτίλος ἔφη: “ εἰκότως, ἄνδρες φίλοι, πάντων τῶν προσοψημάτων ὄψων καλουμένων ἐξενίκησεν ἰχθὺς διὰ τὴν ἐξαίρετον ἐδωδὴν μόνος οὕτως καλεῖσθαι διὰ τοὺς ἐπιμανῶς ἐσχηκότας πρὸς ταύτην τὴν ἐδωδήν. λέγομεν γοῦν [p. 244] ὀψοφάγους οὐ τοὺς βόεια ἐσθίοντας, οἷος ἦν Ἡρακλῆς, ὃς τοῖςβοείοις κρέασιν ἐπήσθιε σῦκα χλωρά,’ οὐδὲ τὸν φιλόσυκον, οἷος ἦν Πλάτων φιλόσοφος, ὡς ἱστορεῖ Φανόκριτος ἐν τῷ περὶ Εὐδόξου: ἱστορεῖ δ᾽ ὅτι καὶ Ἀρκεσίλας φιλόβοτρυς ἦν, ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναστρεφομένους, φιλόμηλοι δ᾽ ἦσαν Φίλιππός τε Μακεδὼν καὶ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὡς Δωρόθεός φησιν τῇ ἕκτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν. Χάρης δὲ Μυτιληναῖος ἱστορεῖ ὡς κάλλιστα μῆλα εὑρὼν Ἀλέξανδρος περὶ τὴν Βαβυλωνίαν χώραν τούτων τε πληρώσας τὰ σκάφη μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο, ὡς τὴν θέαν ἡδίστην γενέσθαι, οὐκ ἀγνοῶ δὲ ὅτι ὄψον κυρίως καλεῖται πᾶν τὸ πυρὶ κατασκευαζόμενον εἰς ἐδωδὴν ἤτοι γὰρ ἕψον ἐστὶν παρὰ τὸ ὠπτῆσθαι ὠνόμασται.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: