Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ. παρ᾽ οὗ ὁ σοφὸς Εὐριπίδης λαβὼν ἔφη:
ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως
οὐκ ἔστι: πεινῶσιν γὰρ ἡ Κύπρις πικρά,
πρὸς ὃν ὁ Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη ‘
ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ᾽ οὔ.
σὺ δέ, ὦ κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι: τροφὴ γὰρ ψυχῆς λόγοι καλοί.’ καὶ ἅμα στραφεὶς πρὸς τὸν οἰκέτην ‘ Λεῦκε, ἔφη, κἂν ἐκφατνίσματά τινα ἄρτων ἔχῃς, δὸς τοῖς κυσίν.’ καὶ ὁ Κύνουλκος ‘εἰ μὲν εἰς ἀκροάσεις λόγων, ἔφη, παρεκεκλήμην, ἠπιστάμην ἥκειν ἀγορᾶς πληθυούσης οὕτως γάρ τις τῶν σοφῶν τὴν τῶν δείξεων ὥραν ἐκάλει, καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον εἰ δὲ λουσάμενοι λογάρια δειπνοῦμεν,
πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων,
κατὰ τὸν Μένανδρον. διὸ παραχωρῶ σοι, ὦ γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως:
μακρὰς τίθημι συμβολὰς ἀκροώμενος [p. 216]
κατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον.’”
πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα
χρυσοῦ τε κἀλέφαντος,