καὶ μετ᾽ ὀλίγα:
ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ, [p. 100]
ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει,
ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ.
πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς.
Ἀξιόνικος δ᾽ ὁ κωμικὸς ἐν τῷ Τυρρηνῷ Γρυλλίωνος τοῦ παρασίτου ἐν τούτοις μνημονεύει:
Στράτιε, φιλεῖς δήπου με. ς. μᾶλλον τοῦ πατρός:
ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις.
α. εὔχῃ τ᾽ ἀεί με ζῆν; ς. ἅπασι τοῖς θεοῖς
ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι;
Ἀριστόδημος δ᾽ ἐν β᾽ γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει Ἀντιόχου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ πολιορκητοῦ Εὐαγόραν τὸν κυρτόν, Σελεύκου δὲ Φορμίωνα. Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τοῖς ἀποφθέγμασι Σιλανός, φησίν, ‘ὁ Ἀθηναῖος Γρυλλίωνος παρασιτοῦντος Μενάνδρῳ τῷ σατράπῃ, εὐπαρύφου δὲ καὶ μετὰ θεραπείας περιπατοῦντος ἐρωτηθεὶς τίς ἐστιν οὗτος ι Μενάνδρου ἔφησεν, ' ἀξία γνάθος Χαιρεφῶν δέ, φησίν: ὁ παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν [p. 102] καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευόντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος, ῾ ἀριθμεῖτε δή, ' ἔφη, ' πάλιν ἀπ᾽ ἐμοῦ ἀρξάμενοι.'’ ”
οἶνος οὐκ ἔνεστιν.
β. αἰτεῖσθ᾽ ἑταίρους πρόφασιν ἐπὶ κῶμον τινα,
ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί.