πολὺ δ᾽ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι: φησὶ γάρ: ‘ καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.’ παρασίτων δ᾽ εἶναί φησι γένη δύο Ἄλεξις ἐν Κυβερνήτῃ διὰ τούτων
οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε:
ὁ δ᾽ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει.
”
δύ᾽ ἐστί, Ναυσίνικε, παρασίτων γένη,
ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον,
οἱ μέλανες ἡμεῖς. θάτερον ζῇ τοι γένος, [p. 68]
σεμνοπαράσιτον ἔθνος εὖ καλούμενον,
σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς
ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον
χιλιοταλάντους ἀνακυλῖὸν τ᾽ οὐσίας ι
νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα;ν. καὶ μάλα.
ρ. τούτων δ᾽ ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος
τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών
ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη
ἡμῶν μεγάλοις προσένειμε, τοὺς δ᾽ ἐλάττοσι
εἶθ᾽ οἱ μὲν εὐποροῦμεν, οἱ δ᾽ ἀλύομεν.
ἆρ᾽ ἐκδιδάσκω, Ναυσίνικ᾽;ν, οὐκ ἀστόχως:
ἀλλ᾽ ἂν σ᾽: ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.