προσσυνῆψαν τοιούτους τινὰς στίχους :
τὸν δ᾽ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν,
μετενεγκόντες ἐκ τῆς Ὁπλοποιίας σὺν αὐτῷ γε τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντες οἱ κυβιστητῆρες, ἀλλ᾽ ἐξάρχοντος τοῦ ᾠδοῦ πάντως ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν τῆς φόρμιγγος ἴδιον. διόπερ ὁ μὲν Ἡσίοδός φησιν ἐν τῇ Ἀσπίδι:
ὣς οἱ μὲν δαίνυντο καθ᾽ ὑψερεφὲς μέγα δῶμα
γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο
τερπόμενοι μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
φορμίζων δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους, [p. 342]
καὶ ὁ Ἀρχίλοχος:
θεαὶ δ᾽ ἐξῆρχον ἀοιδῆς
Μοῦσαι Πιερίδες,
καλεῖ δὲ Στησίχορος μὲν τὴν Μοῦσαν ἀρχεσίμολπον, Πίνδαρος δ᾽ ἀγησίχορα τὰ προοίμια: Διόδωρος δ᾽ ὁ Ἀριστοφάνειος ὅλον τὸν γάμον περιέγραψε τοπάζων πρώτας ἡμέρας εἶναι, καὶ τὸ λῆγον αὐτῶν, ἔτι δὲ καὶ τὸ ἕωλον τῆς συμποσίας οὐκ ἐπιλογιζόμενος. ἔπειτα κελεύει γράφειν ‘ δοιὼ δὲ κυβιστητῆρε καθ᾽ αὑτοὺς’ ἐν τῷ δασεῖ γράμματι, σολοικίζειν ἀναγκάζων. τὸ μὲν γὰρ κατ᾽ αὐτοὺς κατὰ σφᾶς ἐστιν αὐτούς, τὸ δὲ λέγειν ἑαυτοὺς σόλοικον.
αὐτὸς ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα.