τὸ δ᾽ αὐτὸ τοῦτο δρᾶμα φέρεται καὶ ὡς Ἀλέξιδος ἐν ὀλίγοις σφόδρα διαλλάττον. ἐν δὲ Πονήρᾳ πάλιν ὁ Ἄλεξις:
ἐν ταῖς σπυρίσι δὲ τί ποτ᾽ ἔνεστιν, φίλτατε;
β. ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός. [p. 88]
α. οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ;
β ... τῆς.. Φοινίκης..
σεμίδαλις, ἐκ πολλῆς σφόδρ᾽ ἐξηττημένη.
χόνδρον δὲ εἴρηκε τὸ ῥόφημα Ἀριστοφάνης ἐν Δαιταλεῦσιν οὕτως:
καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.
καὶ σεμιδάλεως δὲ μέμνηται, καὶ εἰ μὴ τὰ μαρτύρια κρατῶ, Στράττις ἐν Ἀνθρωπορέστῃ καὶ Ἄλεξις ἐν Ἰσοστασίῳ. τὴν γενικὴν δὲ σεμιδάλιδος εἴρηκεν ὁ Στράττις ἐν τῷ αὐτῷ δράματι οὕτω :
ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
ἐδίδου ῥοφεῖν ἄν.
τὰ δὲ ἐδέσματα ὠνόμασεν Ἀντιφάνης ἐν Διδύμοις οὑτωσί:
τῶν δὲ διδύμων ἐκγόνων
σεμιδάλιδος ...
” ἐχέτω τέλος καὶ ἥδε ἡ βίβλος ἐπὶ τοῖς λόγοις τοῖς περὶ τῶν ἐδεσμάτων ἔχουσα τὴν καταστροφὴν ἀρχὴν γὰρ τοῦ δείπνου ἀπὸ τῶν ἑξῆς ποιησόμεθα—ου᾽ πρότερόν γε, ὦ Ἀθήναιε, πρὶν ἡμῖν διελθεῖν καὶ τὸ τοῦ Ἱππολόχου τὸ Μακεδονικὸν συμπόσιον. ἀλλ᾽ εἰ τοῦτό σοι φίλον, ὦ Τιμόκρατες, οὕτω παρασκευαζώμεθα,
ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων,
πιών τε προπόσεις τρεῖς ἴσως ἤ τέτταρας
ἐστρηνίων πως, καταβεβρωκὼς σιτία
ἴσως ἐλεφάντων τεττάρων.