καὶ Καλλίμαχος δέ φησιν ὅτι ἡ Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ᾽ ἐν Ἀστύτοις φησί:
ἐν ταῖς θριδακίναις ταῖς κάκιστ᾽ ἀπολουμέναις,
ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ᾽ ἐτῶν,
ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,
στρέφοιθ᾽ ὅλην τὴν νύκτ᾽ ἂν οὐδὲ ἓν πλέον
ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην, [p. 302]
Κρατῖνος δέ φησι Φάωνος ἐρασθεῖσαν τὴν Ἀφροδίτην ἐν ‘ καλαῖς θριδακίναις’ αὐτὸν ἀποκρύψαι, Μαρσύας δ᾽ ὁ νεώτερος ἐν χλόῃ κριθῶν. Ἱππώνακτα δὲ τετρακίνην τὴν θρίδακα καλεῖν : Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας οὕτω καλεῖν. Λύκος δ᾽ ὁ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα: διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια: ἐστὶ δὲ κρατίστη ἐσθίεσθαι. :
μὴ παρατίθει σύ μοι θριδακίνας, ὦ γύναι,
ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ.
ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ
τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις:
ὥστ᾽ ἐστὶ νεκύων βρῶμα,