ἤκμασε δ᾽ ἡ τῶν ποικίλων ὑφή μάλιστα ἐντέχνων περὶ αὐτὰ γενομένων Ἀκεσᾶ καὶ Ἑλικῶνος τῶν Κυπρίων, ὑφάνται δ᾽ ἦσαν ἔνδοξοι: καὶ ἦν Ἑλικὼν υἱὸς Ἀκεσᾶ, ὥς φησιν Ἱερώνυμος. ἐν Πυθοῖ γοῦν ἐπί τινος ἔργου ἐπιγέγραπται
κἆτ᾽ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις
κἀν φοινικίσι Σαρδιακαῖσιν κοσμησάμενοι κατάκεινται.
τοιοῦτος ἦν καὶ Παθυμίας ὁ Αἰγύπτιος. : [p. 210]
τεῦξ᾽ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ
πότνια θεσπεσίην Παλλὰς ἔπνευσε χάριν.
φησὶν Ἔφιππος. Ἀριστοφάνης:
ὡς ἐγὼ σκιρτῶ πάλαι
ὅπου ῥοδόπνοα στρώματ᾽ ἔστι, καὶ λούμενος
μύροις ψακαστοῖς,
Σώφρων δὲ ‘ στρουθωτὰ ἑλίγματά φησιν ἐντετιμημένα.’ Ὅμηρος δὲ ὁ θαυμασιώτατος τῶν στρωμάτων τὰ μὲν κατώτερα λῖτα εἶναι φάσκει ἤτοι λευκὰ καὶ μὴ βεβαμμένα ἢ πεποικιλμένα, τὰ δὲ περιστρώματα ‘ ῥήγεα καλά, πορφύρεα,’
ὅστις ἐν ἡδυόσμοις
στρώμασι παννυχίζων
τὴν δέσποιναν ἐρείδεις.