previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

60. Φερεκράτης δὲ ἐν Κραπατάλλοις τὴν νῦν λυχνίαν καλουμένην λύχνειον κέκληκεν διὰ τούτων

τίς τῶν λυχνείων ' ργασία; β. Τυρρηνική.
ποικίλαι γὰρ ἦσαν αἱ παρὰ τοῖς Τυρρηνοῖς ἐργασίαι, φιλοτέχνων ὄντων τῶν Τυρρηνῶν. Ἀντιφάνης δ᾽ Ἱππεῦσι::

τῶν δ᾽ ἀκοντίων
συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα.
Δίφιλος δ᾽ ἐν Ἀγνοίᾳ:

ἅψαντες λύχνον
λυχνεῖον ἐζητοῦμεν.
Εὐφορίων δ᾽ ἐν Ἱστορικοῖς Ὑπομνήμασιν Διονύσιόν φησι τὸν νεώτερον Σικελίας τύραννον Ταραντίνοις εἰς τὸ πρυτανεῖον ἀναθεῖναι λυχνεῖον δυνάμενον καίειν τοσούτους λύχνους ὅσος τῶν ἡμερῶν ἐστιν ἀριθμὸς εἰς τὸν ἐνιαυτόν. Ἕρμνππος δὲ κωμῳδιοποιὸς ἐν Ἰάμβοις τὸ στρατιωτικὸν λυχνεῖον σύνθετον οὕτως ὀνομάζει. ἐν δὲ Φορμοφόροις δράματι: [p. 258]

τῇδ᾽ ἐξιόντι δεξιᾷ, λυχνίδιον.
πανὸς δ᾽ ὀνομάζεται τὸ διακεκομμένον ξύλον καὶ συνδεδεμένον τούτῳ δ᾽ ἐχρῶντο λαμπάδι. Μένανδρος Ἀνεψιοῖς:

οἶσ᾽ εἰσιὼν
πανόν, λύχνον, λυχνοῦχον, τι πάρεστι φῶς
μόνον πολὺ ποίει.
Δίφιλος Στρατιώτῃ:

ἀλλ᾽ πανὸς ὕδατός ἐστι μεστός.
πρότερος δὲ τούτων Αἰσχύλος ἐν Ἀγαμέμνονι μέμνηται Σ35 τοῦ πανοῦ καὶ Εὐριπίδης᾿ [ ἐν Ἴωνι. ἔλεγον δὲ τοῦτον οἱπρὸ ἡμῶν καὶ ξυλολυχνοῦχον, οὗ μνημονεύει Ἄλεξις Σ35 ἐν Εἰσοικιζομένῳ οὕτως δὲ ξυλολυχνοῦχος . : . πυρὸς πνραςν̣ὶ χ ο κ ... μνημο- νεύει δὲ Θεόπομπος ἐν Εἰρήνῃ λέγων οὑτωσί: ἡμᾶς δ᾽ ἀ- παλλαχθέντας ἐπ᾽ ἀγαθαῖς [p. 260] τύχαις ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς επακ επις ασελ ωτι πῶς μεν δαίμ γωδ ὀισπ φη εν νειμ απτ Φιλύ λλιος π δι λα φ ξ δ φολ. ὡς ἐβάδιζον δαίδας μετὰ χερσὶν ἔχοντες.᾿ . , , δὲ τῶν ἄλλων έμενον ἔν [p. 262] δέοι κατα ὅπερ ἔτι . ρων κάν ῆι φησὶ λεὶ οδω ι εἰς ωλι δ᾽ ενι λὺ υθέ ντί εν ῆς εκ ου ψη χρυ αφά ει: ον υ διμύξου [p. 264] ει ς αῖ α

ξομπενδιυμ ιν ξε ξυλολύχνου δὲ μέμνηται Ἄλεξις: καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκολύχνιον. Φιλύλλιος δὲ τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δ᾽ εὕρημα λύχνος: φλογὶ δ᾽ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν ἄλλων ξύλων ἐχρῶντο. ‘ κοιμίσαι λύχνονΦρύνιχος φησί. καὶ λύχνον δίμυξον οἴσω καὶ θρυαλλίδ᾽, ἢν δέῃ. καὶ Πλάτων ἐν Νυκτὶ μακρᾷ: ἐνταῦθ᾽ ἐπ᾽ αὐτῶν: τῶν κροτάφων ἕξει λύχνον δίμυξον. μνημονεύει τοῦ διμύξου λύχνου καὶ Μεταγένης ἐν Φιλοθύτῃ καὶ Φιλωνίδης ἐν Κοθόρνοις. [p. 266] Κλείταρχος δ᾽ ἐν ταῖς Γλώσσαις λοφνίδα φησὶ καλεῖν Ῥοδίους τὴν ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου λαμπάδα. Ὅμηρος δὲ τὰς λαμπάδας δετὰς ὀνομάζει: καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἑλάνη δὲ λαμπὰς καλεῖται, ὡς Ἀμερίας φησίν, Νίκανδρος δ᾽ Κολοφώνιος ἑλάνην τὴν τῶν καλάμων δέσμην. λύχνα δὲ οὐδετέρως εἴρηκεν Ἡρόδοτος ἐν δευτέρᾳ Ἱστοριῶν. λυχνοκαυτίαν δέ, ἣν οἱ πολλοὶ λέγουσιν λυχναψίαν, Κηφισόδωρος ἐν Ὑί καὶ Κύνουλκος αἰεί ποτε τῷ Οὐλπιανῷ ἀντικορυσσόμενος ἔφη: ‘ ἐμοὶ δέ, παῖ δωρόδειπνε, ἀσσαρίου κανδήλας πρίω, ἵνα κἀγὼ κατὰ τὸν καλὸν Ἀγάθωνα ἀναφωνήσω τάδε τὰ τοῦ ἡδίστου Ἀριστοφάνους: ἐκφέρετε πεύκας κατ᾽ Ἀγάθωνα φωσφόρους.’ καὶ ταῦτ᾽ εἰπὼν


οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν,
ὑπεξῆλθεν τοῦ συμποσίου ὑπνηλὸς κάρτα γενόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: