previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

31. Νίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν καταλέγων καὶ αὐτὸς στεφανωτικὰ ἄνθη καὶ περὶ Ἰωνιάδων Νυμφῶν καὶ περὶ ῥόδων τάδε λέγει:

ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὅσσ᾽ ὡραῖα φυτεύοις,
ἄνθε᾽ Ἰαονίηθε: γένη γε μὲν ἰάσι δισσά,
ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσειδές,11
ἅσσα τ᾽ Ἰωνιάδες Νύμφαι στέφος ἁγνὸν Ἴωνι
Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν. ἤνυσε γὰρ χλούνηνδε μετεσσύμενος σκυλάκεσσιν, Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων ἑσπέριος Νύμφαισιν Ἰαονίδεσσι νυχεύσων. [p. 158] αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας τάφροις τ᾽ ἐμπήξειας, ὅσον διπάλαιστα τελέσκων, πρῶτα μὲν ' Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχὴν λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν,4 αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα πετήλοις: δεύτερα Νισαίης Μεγαρηίδος, οὐδὲ Φάσηλις οὐδὲ αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής, Ληθαίου Μάγνητος ἐφ᾽ ὕδασιν εὐθαλέουσα. κισσοῦ δ᾽ ἄλλοτε κλῶν᾽ εὐρυρρίζου καπέτοισιν, πολλάκι δὲ στέφος αὐτὸ κορυμβηλοῖο φυτεύσαις Θρασκίω ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην βλαστοδρεπῆ δὲ χυτοῖο καεὶς μίαν ὄρσεο κόρσην, σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοιοι καθάπτων, ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κορύμβοι μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου, χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν. [p. 160] σπέρματι μὴν κάλυκες κεφαλήγονοι ἀντελέουσιν, ἀργήεις πετάλοισι, κρόκῳ μέσα χροιισθεῖσαι: κρίνα, λείρια δ᾽ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἱ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ᾽ Ἀφροδίτης: ἤρισε γὰρ χροιῇ. τὸ δέ που ἐπὶ μέσσον ὄνειδος ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται. ἶρις δ᾽ ἐν ῥίζῃσιν ἀγαλλίας θ᾽ ὑακίνθῳ αἰαστῇ προσέοικε, χελιδονίοισι δὲ τέλλει ἄνθεσιν, ἰσοδρομεῦσα χελιδόσιν, αἵ τ᾽ ἀνὰ κόλπῳ φυλλάδα νηλείην ἐκχεύετον,9 ἀρτίγονοι δὲ εἴδοντ᾽ ἠμύουσαι ἀεὶ κάλυκες στομίοισιν. σὺν καὶ ἅπερ τ᾽ ὀξεῖα χροιῇ λυχνὶς οὐδὲ θρυαλλίς, οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή, οὐδὲ βοάνθεμα κεῖνα τὰ τ᾽ αἰπύτατον κάρη ὑψοῖ,14 φλόξ τε θεοῦ αὐγῇσιν ἀνερχομένῃς γανάουσα. [p. 162] ἕρπυλλον δ᾽ ἐφύδροισιν ἐπ᾽ ἀμβώνεσσι φυτεύσεις, ὄφρα κλάδοις μακροῖσιν ἐφερπύζων διάηται ἠὲ κατακρεμάησιν ἐφιμείρων ποτὰ Νυμφέων. καὶ δ᾽ αὐτῆς μήκωνος ἄπο πλαταγώνια βάλλοις, ἄβρωτον κώδειαν ὄφρα κνώπεσσι φυλάξῃ: φυλλάσιν γὰρ πάντα διοιγομέναισιν ἐφίζει ἑρπετά, τὴν δὲ δρόσοισιν ἐισκομένην βοτέονται κώδειαν, καρποῖο μελιχροτέρου πλήθουσαν. θρίων δ᾽ οἰχομένων ῥέα μὲν φλόγες, ἄλλοτε ῥιπαὶ πῆξαν σάρκα τυπῇσι, τὰ δ᾽ οὐ βάσιν ἐστήριξαν, θρῖα δ᾽ οὐ λέγει τὰ τῆς συκῆς, ἀλλὰ τὰ τῆς μήκωνος

οὔτε τί παι βρώμην ποτιδέγμενα:: πολλάκι δ᾽ ἴχνη
στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντε καρείοις,12
ἁδρύνει δὲ βλάστα βαθεῖ᾽ ἐν τεύχεϊ κόπρος
σαμψύχου λιβάνου τε νέας κλάδασἠδ᾽ ὅσα κῆποι
ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν.
γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες
λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων,16
κύπρος τ᾽ ὀσμηρὸν τε σισύμβριον ὅσσα τε κοίλοις
ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμὼν [p. 164]
κάλλεα, βουφθαλμόν τε καὶ εὐῶδες Διὸς ἄνθος,
χάλκας, σὺν δ᾽ ὑάκινθον ἰωνιάδας τε χαμηλὰς
ὀρφνοτέρας, ἃς στύξε μετ᾽ ἄνθεσι Φερσεφόνεια.
σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον ὅσσα τε τύμβοι
φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται,
αὐταί τ᾽ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι
τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσιν. ῾ἐν ἐνίοις δὲ γράφεταιἐφελκόμεναι φιλοχροιαῖς.’

᾿ πᾶς δέ τις ἑλένειον ἀστέρα φωτίζοντα
δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς
αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται:
πολλάκι θέρμια καλά, τοτὲ χρυσανθὲς ἀμέργων
λείριά τε στήλαισιν ἐπιφθίνοντα καμόντων
καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους
σαύρην θ᾽, χθονίου πέφαται στέφος Ἡγεσιλάου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: