previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

79.

[p. 38]ὅτι δὲ σεμνὸν ἦν μαγειρικὴ μαθεῖν ἔστιν ἐκ τῶν Ἀθήνησι Κηρύκων, οἵδε γὰρ μαγείρων καὶ βουτύπων ἐπεῖχον τάξιν, ὥς φησιν Κλείδημος ἐν Πρωτογονίας πρώτῳ. ὅμηρός τε τὸ ῥέζειν ἐπὶ τοῦ θύειν τάσσει τὸ δὲ θύειν ἐπὶ τοῦ ψαιστὰ μεταδόρπια θυμιᾶν καὶ οἱ παλαιοὶ τὸ θύειν δρᾶν ὠνόμαζον. ἔδρων δ᾽ οἱ Κήρυκες ἄχρι πολλοῦ βουθυτοῦντες, φησί, καὶ σκευάζοντες καὶ μιστύλλοντες, ἔτι δ᾽ οἰνοχοοῦντες. κήρυκας δ᾽ αὐτοὺς ἀπὸ τοῦ κρείττονος ὠνόμαζον. ἀναγέγραπταί τε οὐδαμοῦ μαγείρῳ μισθός, ἀλλὰ κήρυκι. καὶ Ἀγαμέμνων δὲ παρ᾽ Ὁμήρῳ θύει βασιλεύων φησὶ γὰρ ποιητής:


καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέι χαλκῷ,
καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
θυμοῦ δευομένους: ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
καὶ Θρασυμήδης τοῦ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν, ἐπεὶ διὰ τὸ γῆρας Νέστωρ οὐκ ἠδύνατο: συνεπόνουν δ᾽ αὐτῷ καὶ οἱ ἄλλοι ἀδελφοί. οὕτως ἔνδοξον ἦν καὶ μέγιστον τὸ τῆς μαγειρικῆς τέχνης ἀξίωμα, καὶ παρὰ Ῥωμαίοις δ᾽ οἱ τιμηταὶ μεγίστη δ᾽ αὕτη ἀρχὴ τὴν [p. 40] περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον. οὐ παρέργως δὲ παρά τῷ Ὁμήρῳ καὶ τὰ ὅρκια καὶ τὰ ἱερόθυτα κήρυκες κομίζουσιν, ὡς παλαιᾶς οὔσης καὶ προσηκούσης αὐτοῖς τῆς λειτουργίας

Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι.
καὶ πάλιν

αὐτὰρ Ταλθύβιον προίει κρείων Ἀγαμέμνων
νῆας ἐπὶ γλαφυρὰς ἰέναι ἠδ᾽ ἄρν᾽ ἐκέλευσεν
οἰσέμεναι.
καί:

Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: