previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

76. ἐπεὶ δὲ καὶ Σικελίας αὔχημα τροφαλὶςἥδ᾽ ἐστί σοι, φίλοι, λέξωμέν τι καὶ περὶ τύρων. Φιλήμων μὲν γὰρ ἐν τῷ ἐπιγραφομένῳ Σικελικῷ:

ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν
ἓν τοῦτ᾽ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν
καλούς, ἔτι ταῦτα προσετίθην ἀκηκοώς,7
ἱμάτια ποικίλ᾽;εἰ λέγοι τις Σικελικά.
β. σκεύη μὲν οὖν καὶ κτήματ᾽ ᾠόμην φέρειν.
καὶ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι. περὶ οὗ φησιν Δημήτριος Σκήψιος ἐν δευτέρῳ Τρωικοῦ Διακόσμου οὕτως : ‘ τῆς Ἀχαίας πόλις Τρομίλεια,10 περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, προσαγορευόμενος Τρομιλικὸς.’ οὗ καὶ Σιμωνίδης μνημονεύει ἐν Ἰάμβῳ, οὗ ἀρχή:

πολλὰ μὲν δὴ προεκπονῇ, Τηλέμβροτε
γράφων

ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαίης [p. 30]
Τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον,
Εὐριπίδης δ᾽ ἐν Κύκλωπι ὀπίαν καλεῖ τυρὸν τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ :

καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα.
ἐπεὶ δὲ περὶ πάντων εἶπον τῶν παρακειμένων ἀποτράγημά τε πεποίημαι: τὸν Τρομιλικόν, καταπαύσω τὸν λόγον τὸ γὰρ λείψανον τῶν τραγημάτων καὶ τρωξίμων ἀποτράγημα εἴρηκεν Εὔπολις. σκώπτων γὰρ Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἴρηκεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ὡς κακοήθη καὶ πανοῦργον, ὥς φησιν Ἀσκαλωνίτης Δωρόθεος, τοὺς δὲ λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσιν, ὥς φησι Σέλευκος: οὓς καὶ ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθων δὲ μνημονεύει οὕτω δὲ καλεῖται τὸ πρῶτον γάλα Φιλιππίδης ἐν Αὐλοῖς:

τὰ δὲ πυρίεφθα καὶ τὰ λάγανα ταῦτ᾽ ἔχων.
καὶ ἴσως πάντα τὰ τοιαῦτα ἐπιδειπνίδας ἔλεγον Μακεδόνες, κώθωνος γὰρ ἡδύσματα ταῦτα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: