previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

48. Λυσίας δὲ ῥήτωρ περὶ τῆς τρυφῆς αὐτοῦ λέγων φησὶνἐκπλεύσαντες γὰρ κοινῇ Ἀξίοχος καὶ Ἀλκιβιάδης εἰς Ἑλλήσποντον ἔγημαν ἐν Ἀβύδῳ δύο ὄντε Μεδοντίδα τὴν Ἀβυδηνὴν καὶ ξυνῳκείτην. ἔπειτα αὐτοῖν γίνεται θυγάτηρ, ἣν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη. ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, ξυνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι Ἀλκιβιάδης, Ἀξιόχου ἔφασκεν εἶναι θυγατέρα: εἰ δὲ Ἀξίοχος, Ἀλκιβιάδου.’ κεκωμῴδηται δὲ καὶ ὑπὸ Εὐπόλιδος ὡς ἀκόλαστος πρὸς γυναῖκας ἐν Κόλαξιν οὕτως

Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. αλκ. τί ληρεῖς;
οὐκ οἴκαδ᾽ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
καὶ Φερεκράτης δέ φησιν:

οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖν,4
ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.
ἐν Σπάρτῃ δὲ ὢν ἔφθειρε τὴν Ἄγιδος τοῦ βασιλέως γυναῖκα Τίμαιαν: ἐπιπηττόντων δ᾽ αὐτῷ τινων οὐκ ἀκρασίας ἕνεκεν συνελθεῖν ἔφη, ἀλλ᾽ ἵνα γενόμενος ἐξ αὐτοῦ βασιλεύσῃ τε τῆς Σπάρτης καὶ [p. 418] μηκέτι λέγωνται οἱ βασιλεῖς ἀφ᾽ Ἡρακλέους ἀλλ᾽ ἀπ᾽ Ἀλκιβιάδου. στρατηγῶν δὲ συμπεριήγετο αὑτῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: