ὡς τῆς κύλικος λεγομένης κώθωνος. Ἀριστοφάνης Ἱππεῦσιν
ἀλλ᾽ ἄγε σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς
φοίτα καὶ κοίλων πώματ᾽ ἄφελκε κάδων,
ἄγρει δ᾽ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός:: οὐδὲ γὰρ ἡμεῖς
νήφειν ἐν φυλακῇ τῇδε δυνησόμεθα,
῾ Ἡνίοχος Γοργόσι: [p. 146]
εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς
πριάμενοι κώθωνας, οἱ δὲ σκόροδα καὶ κρόμμυα.
Θεόπομπος Στρατιώτισιν
πιεῖν πιεῖν τις ἐγχείτω λαβὼν
πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον
κώθωνα, παῖδα φάρυγος.
Ἄλεξις Ἐρίθοις:
ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος
πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη;
ἀπὸ δὲ τοῦ ποτηρίου τούτου καὶ ἀκρατοκώθωνας καλοῦσι τοὺς πλέονα ἄκρατον σπῶντας, ὡς Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους. Καλλίξεινος δ᾽ ἐν τετάρτῳ περὶ Ἀλεξανδρείας ἀναγράφων τὴν τοῦ Φιλαδέλφου πομπὴν καὶ καταλέγων πολλὰ ἐκπώματα γράφει καὶ τάδε: ‘ κώθωνες διμέτρητοι β᾽.’
εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,
παλαιὸν οἴκων κτῆμα.