ἐγὼ δ᾽ ἐπεὶ παρεξέβην περὶ τῶν ἀρχαίων κράσεων διαλεγόμενος, ἐπαναλήψομαι τὸν λόγον τὰ ὑπὸ Ἀλκαίου τοῦ μελοποιοῦ λεχθέντα ἐπὶ νοῦν βαλλόμενος φησὶ γάρ που οὗτος:
σοὶ μὲν ταῦτα δοκοῦντ᾽ ἔστω, ἐμοὶ δὲ τάδε.
ἐν τούτοις γάρ τινες οὐ τὴν κρᾶσιν οἴονται λέγειν αὐτόν, ἀλλὰ σωφρονικὸν ὄντα καθ᾽ ἕνα κύαθον ἄκρατον πίνειν καὶ πάλιν κατὰ δύο. τοῦτο δὲ ὁ Ποντικὸς Χαμαιλέων ἐκδέδεκται τῆς Ἀλκαίου φιλοινίας ἀπείρως ἔχων. κατὰ γὰρ πᾶσαν ὥραν [p. 448] καὶ πᾶσαν περίστασιν πίνων ὁ ποιητὴς οὗτος εὑρίσκεται: χειμῶνος μὲν ἐν τούτοις:
ἔγχεε κέρναις ἕνα καὶ δύο.
θέρους δέ:
ὕει μὲν ὁ Ζεύς, ἐκ δ᾽ ὀρανῶ μέγας
χειμών, πεπάγασιν δ᾽ ὑδάτων ῥοαί.. '.
κάββαλλε τὸν χειμῶν᾽, ἐπὶ μὲν τιθεὶς
πῦρ, ἐν δὲ κέρναις οἶνον ἀφειδέως
μελιχρόν, αὐτὰρ ἀμφὶ κόρσᾳ
μαλθακὸν ἀμφιβαλὼν γνόφαλλον.
τοῦ δ᾽ ἔαρος:
τέγγε πνεύμονας οἴνῳ: τὸ γὰρ ἄστρον περιτέλλεται:
ἁ δ᾽ ὥρα χαλεπά, πάντα δὲ δίψαισ᾽ ὑπὸ καύματος.
καὶ προελθών:
ἦρος ἀνθεμόεντος ἐπάιον ἐρχομένοιο.
ἐν δὲ τοῖς συμπτώμασιν:
ἐν δὲ κέρνατε τῶ μελιαδέος ὅττι τάχιστα
κρατῆρα.
ἐν δὲ ταῖς εὐφρόναις:
οὐ χρὴ κακοῖσι θυμὸν ἐπιτρέπην.
προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι,
ὦ Βυκχί: φάρμακον δ᾽ ἄριστον
οἶνον ἐνεικαμένοις μεθύσθην.
καὶ καθόλου δὲ συμβουλεύων φησὶν
νῦν χρὴ μεθύσθην καί τινα πρὸς βίαν
πώνην, ἐπειδὴ κάτθανε Μυρσίλος.
πῶς οὖν ἔμελλεν ὁ ἐπὶ τοσοῦτον φιλοπότης νηφάλιος εἶναι καὶ καθ᾽ ἕνα καὶ δύο κυάθους πίνειν; αὐτὸ γοῦν τὸ ποιημάτιον, φησὶ Σέλευκος, ἀντιμαρτυρεῖ τοῖς οὕτως ἐκδεχομένοις. φησὶ γάρ:
μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω. [p. 450]
ἕνα πρὸς δύο ῥητῶς κιρνάναι κελεύων. ”
πίνωμεν: τί τὰ λύχν᾽ ὀμμένομεν; δάκτυλος ἁμέρα.
κὰδ δ᾽ ἄειρε κυλίχναις μεγάλαις, ἄιτα,
ποικίλαις: οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα
ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο
πλέαις κὰκ κεφαλᾶς: ἁ δ᾽ ἁτέρα τὰν ἁτέραν κύλιξ
ὠθήτω,