πρὸς ὃν δυσχεραίνων ὁ ἑταῖρός φησιν ‘ ἀνάκεισο.’ Φιλιππίδης:
ἐγὼ δ᾽ ἕως μέν τινος ἀνεκείμην:
καὶ ἐπάγει:
καὶ δειπνῶν ἀεὶ ι
ἀνακείμενος παρ᾽ αὐτόν,
κατακεῖσθαι δὲ λέγεται καὶ κατακεκλίσθαι, ὡς ἐν Συμποσίοις Ξενοφῶν καὶ Πλάτων. Ἄλεξις:
πότερον ἀνδριάντας εἱστία;
ἔστι δὲ εὑρεῖν καὶ ἐπὶ τῆς ἐννοίας ταύτης σπανίως τὸ ἀνακεῖσθαι. σάτυρος παρὰ Σοφοκλεῖ τοῦτό φησιν ἐπικαιόμενος τῷ Ἡρακλεῖ:
ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά
οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν᾽ ἂν λάβοι
οὔτε ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἂν
ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον.
Ἀριστοτέλης ἐν Τυρρηνῶν Νομίμοις: ‘οἱ δὲ Τυρρηνοὶ δειπνοῦσι μετὰ τῶν γυναικῶν ἀνακείμενοι ὑπὸ τῷ αὐτῷ ἱματίῳ.’ Θεόπομπος
ἀνακειμένῳ
μέσον εἰς τὸν αὐχέν᾽ εἰσαλοίμην.
Φιλωνίδης:
ἐπίνομεν μετὰ ταῦτα ...
κατακείμενοι μαλακώτατ᾽: τρικλινίῳ, Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.
Εὐριπίδης Κύκλωπι:
κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι.
Ἄλεξις:
ἀνέπεσε φάρυγος αἰθέρ᾽ ἐξανιεὶς βαρύν. [p. 104]
μετὰ ταῦτ᾽ ἀναπεσεῖν
ἐκέλευον αὐτὴν παρ᾽ ἐμέ.