Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τίς ὁ βοῦν εὐεργέτῃ θύσας;’
πλοῖον ὥρμει περὶ τὴν
Ἰθακησίαν λῃστρικόν
ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν. τούτῳ1 οὖν κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος ὀνόματι Πυρρίας, καὶ τὸν πρεσβύτην ἐρρύσατο μηδενὸς δεόμενος, ἀλλὰ πεισθεὶς
ὑπ᾽ ἀὐτοῦ καὶ οἰκτίρας: προσέλαβε δὲ καὶ τῶν κεραμίων, τοῦ πρεσβύτου κελεύσαντος.
ἀπαλλαγέντων δὲ τῶν λῃστῶν καὶ γενομένης ἀδείας, ὁ
πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν προσαγαγὼν
[p. 216]
χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ καὶ ἀργύριον τῇ πίττῃ καταμεμειγμένον. ἐξαίφνης οὖν ὁ Πυρρίας πλούσιος γενόμενος τὰ τ᾽ ἄλλ᾽
εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ. ὃ καὶ
παροιμιαζόμενοι λέγουσιν ‘οὐδεὶς2 εὐεργέτῃ βοῦν ἔθυσεν
ἀλλ᾽
ἢ Πυρρίας.’