Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἐπειδὴ κατῆλθον οἱ φεύγοντες ἐκ Πειραιέως, οὗτος1 ἐνεκάλει τῷ Πατροκλεῖ καὶ δίκας ἐλάγχανεν ὡς αἰτίῳ τῆς συμφορᾶς γεγενημένῳ: διαλλαγεὶς δὲ πρὸς ἐκεῖνον καὶ πραξάμενος αὐτὸν δέκα μνᾶς ἀργυρίου Λυσίμαχον ἐσυκοφάντει: λαβὼν δὲ καὶ παρὰ τούτου διακοσίας δραχμὰς ἐμοὶ πράγματα παρεῖχεν. καὶ τὸ μὲν πρῶτον ἐνεκάλει φάσκων με συμπράττειν ἐκείνοις, τελευτῶν δ᾽ εἰς τοῦτ᾽ ἀναιδείας ἦλθεν ὥσθ᾽ ἁπάντων με τῶν γεγενημένων ᾐτιᾶτο: ἅπερ ἴσως καὶ νῦν τολμήσει κατηγορεῖν.