Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἀποδείξω δὲ Καλλίμαχον οὐ μόνον παρὰ τὰς συνθήκας δικαζόμενον, ἀλλὰ καὶ περὶ τῶν ἐγκλημάτων ψευδόμενον, καὶ προσέτι δίαιταν ἡμῖν γεγενημένην περὶ αὐτῶν. βούλομαι δ᾽ ἐξ ἀρχῆς ὑμῖν διηγήσασθαι τὰ πραχθέντα: ἂν γὰρ τοῦτο μάθητε ὡς οὐδὲν ὑπ᾽ ἐμοῦ κακὸν πέπονθεν, ἡγοῦμαι ταῖς τε συνθήκαις ὑμᾶς ἥδιον βοηθήσειν καὶ τούτῳ μᾶλλον ὀργιεῖσθαι.