Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
καίτοι πολλοὺς ἐπῆρεν ἡ τῶν τριάκοντα πονηρία τοιαῦτα ποιεῖν: οὐ γὰρ ὅτι τοὺς ἀδικοῦντας ἐκόλαζον, ἀλλ᾽ ἐνίοις καὶ προσέταττον ἐξαμαρτάνειν. ἐγὼ μὲν τοίνυν οὐδ᾽ ἐπὶ τῆς ἐκείνων ἀρχῆς οὐδὲν εὑρεθήσομαι τοιοῦτον ἐργασάμενος: οὗτος δ᾽ ἀδικηθῆναί φησιν, ὅτ᾽ ἐξεβέβληντο μὲν οἱ τριάκοντα, ὁ δὲ Πειραιεὺς ἦν κατειλημμένος, ἐκράτει δ᾽ ὁ δῆμος, περὶ διαλλαγῶν δ᾽ ἦσαν οἱ λόγοι.