Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
ἐνθυμεῖσθε δ᾽ ὅτι περὶ τῶν μεγίστων ἥκετε δικάσοντες: περὶ γὰρ συνθηκῶν τὴν ψῆφον οἴσετε, ἃς οὐδὲ πώποτ᾽ οὔθ᾽ ὑμῖν πρὸς ἑτέρους οὔτ᾽ ἄλλοις πρὸς ὑμᾶς ἐλυσιτέλησε παραβῆναι, τοσαύτην δ᾽ ἔχουσι δύναμιν ὥστε τὰ πλεῖστα τοῦ βίου καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις διὰ συνθηκῶν εἶναι.